Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Τῶνδ’ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων,
- Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς·
- οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους
- ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσὼν,
- ὥστ᾿ ἐξ ἀβύσσου πόλλ’ ἀπαντλήσας σοφά.
126
- Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
- Πέποιθας αὐτὸν δ’ αὖθις ἰδεῖν ἐν χθονί;
- Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ·
- μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον.
- Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ,
- ἁπλῶς τε θανὼν, ὡς βροτὸς τυμβεύεται
- ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς
- φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών.
- Εἰ δ’ ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου,
- ἔσται τολοιπὸν, ὡς Θεοῦ Παῖς καὶ μόνος,
- ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεὸς·
- πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς
- κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρέος.
- Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος·
- ὃς δ’ εἴ τι πράσσειν ὡς Θεὸς θέλων σθένει,