Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος
- ἐθνῶν ἄνακτ᾿ ἔθηκε πανσθένως μέγαν,
- ὅτ᾿ ἀμφὶ Βασὰν τήν τ᾿ Ἀμορραίων χθόνα
- ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
- ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν
- παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν
- προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις·
- ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως·
- θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις
- ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας,
- Χριστῷ δὲ φῶς ἒν ἡλίου καταρκέσει
- ᾄδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν
- πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ᾿ ἄλγη βροτῶν·
- τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν
- εἴσεισιν ᾅδην· πολλὰ δὴ κεῖθεν σκῦλα
- ἄρας φανεῖται νερτέρων ἐπίσκοπος
- κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν
- ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται
- ἀρωγὸς, αὐτόριζος ὢν εὐεργέτης,
- ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.