Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον,
- νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν·
- νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων
- ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους,
- πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ·
- καὶ τίσιν οἵαν σ’ οὐχ ὑποστῆναι θέμις;
- Ἤδη κέκριται παντάδικος ἐνδίκως
- μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·
- ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,
- βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς
- πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι·
- κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.
- Εὖ γ’, εὖ κέκριται, καὶ κατώρθωται δίκη.
- Ὠ Τέκνον, ὡς ἄρ’ ἔστι σὸς Πατὴρ μέγας,
- ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
- Επαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε,
- ἄπιστον, ἄθεον, παράνομον, ἄδικον·
- κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου
- καὶ μὴ θέλοντ᾿ ἀπιστρέφειν πονηρίας
- οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.