Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης,
  2. κέρδος μέγιστον τῆς ἐπιστοφῆς φυγών.
  3. Ἔστιν Θεὸς τις, ἔστιν ἄλκιμος,
  4. ἔστιν δὲ καὶ πρόνοια καὶ κρίσις Θεοῦ.
  5. Ἀπέπιτυσ᾿ οὐδεὶς ἀσεβὴς Θεῷ φίλος.
  6. Λάζυσθ’ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον,
  7. χωρεῖτε, θάπτετ’ Ὀλβίῳ τύμβῳ νεκρόν.
  8. Ἔχει γὰρ, οἷα δεῖ γε, νερτέρων πέπλα,
  9. βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι.
  10. Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ,
  11. εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
  12. κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε.
  13. κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις,
  14. ψαύσατε χερσὶ, θάψετ᾿ τάχει νέκυν,
  15. τὸν κατθανόντ᾿ Ἄνακτ᾿ Ἰουδαίων ὕπο·
  16. αἴρειν φοράδην τὸν νεόδμητον χρεών.
  17. Ὠ Παῖ παναιτίου Θεοῦ, παντεργάτα,
  18. τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν;
  19. τί δ’ οὐ θεόκραντόν γε τῶνδ’ ἔστιν,. Ἰώ·
  20. ἰὼ ἰώ·