Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τρισημερεύσας ἐν βυθῷ θεοπρόπος.
  2. Καὶ ταῦτα μανθάνουσα τέρψιν ἐμφέρω,
  3. καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος.
  4. Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον,
  5. κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι,
  6. σπεύσαντι θανεῖν κάπικουρῆσαι βροτοῖς.
  7. Ἀλλ᾿ οὐκ Ἰούδας οὐδ’ ὁ τάλας Πιλάτος
  8. διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει
  9. ἔκδικον ὄμμα Πατρός ἀμυντήριον
  10. πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον.
  11. Ἔδρας ἔδρασας, μὴ δόκει λεληθέναι,
  12. Πόντιε, δίκης ὄμμα πανδερκέστατον,
  13. κἂν χεῖρας ἀπένιζες ὡς ἔξω φόνου,
  14. ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,
  15. ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος,
  16. δέον δὲ λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις
  17. ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας
  18. ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν·
  19. εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας, τάλαν,
  20. στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου,)