Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Αύτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγε πως·
- „Ὄντως ὁ παρὼν νεκρὸς ἔστι Παῖς
- τλήμων τε μήτηρ ἐμπαρεστῶσ’ ἰκρἰῳ
- πίπτει στένουσα καί γε προσπιλνᾷ ξύλῳ,
- ᾤμωξε δ’ εὐθὺς καὶ περιπτύσσει πόδας
- καὶ χερσὶν ἠρύσατο δικρούνου ῥοῆς
- κυνοῦσά αὐδᾷ τοιάδ’· „Ὦ θεῖον
- βροτῶν μὲν αὐτὸς καὶ θανὼν κήδῃ σαφῶς
- κενοῖς τε καθάρσιον ἀνθρώπων γένους,
- σὲ δ’ οὐδὲ φροντίζει τις ἐνθεῖναι τάφῳ.“
- Επεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
- κρῄζουσ᾿ ἄκραντον ἐξαναστῆναι δέμας,
- προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης.
- Χρόνῳ δ’ ἀπαλλαγεῖσα τῶν γόων ἔφη·
- „Τί ταῦτ᾿ ἀλύω; πειστέον Παιδὸς λόγοις
- ἔργοις θ’, ὅσ’ ὑπέδειξεν εἰς μαρτυρίαν,
- ὡς ἔστιν αὐτῷ πᾶν θελητὸν δυνατόν·
- καὶ τῶν ἀέλπτων τὸν πόρον δ’ αὐτὸς διδοῖ.“
- Ταῦτ’ εἶπε, καὶ παραυτίχ’ ὡράθης σύ μοι.
- Θαυμάστ᾿ ἔφησας, καὶ τὸ πρᾶγμα δεικνύει.