Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἀτὰρ σύ γ’, (οὐ γὰρ καιρὸς εἰδέναι τάδε
  2. δέσποιναν,) ἡσύχαζε καὶ σίγα λόγον
  3. καὶ θᾶττον ὡς μάλιστα τῶνδ’ ἔρημ’ ἄγε,
  4. καὶ μὴ πελάζητ’ ἐγγὺς ἐνθυμουμένοις
  5. μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθε που
  6. ἄγριον ἦθος, στυγερᾶς φύσιν φρενός.
ΘΕΟΤΟΚΟΣ.
  1. Ω καλλίνικοι, χαίρετ’, ὦ φίλοι δύο,
  2. ὁ Νικόδημος σὺν Ἰωσήπῳ δίῳ,
  3. εἰς καιρὸν ἥκατ’, εὖγε δ’ εὖ πεπράχατε.
  4. Πιστοῖς φίλοις γὰρ συμφορὰ τὰ τῶν φίλων
  5. πίπτοντα κακῶς καὶ φρενῶν ἀνθάπτεται.
  6. Σπεύσατέ νῦν, σπεύσατέ, καταγάγετε·
  7. πρὸς τοῦτο γὰρ ἥκοντας ἄμφω νῦν βλέπω ’
  8. ἄνιτ’ ἄνιτε θᾶσσον, ὡς ἄν μοι νέκυν
  9. καταγάγητε, δεσποτείας ὠλένας
  10. ὅπως κατασπάσαιμι καὶ σύμπαν μέλος,
  11. κυνοῦσα σάρκας, ἅσπερ ἐξεθρεψάμην.
ΙΩΣΗΦ.
  1. Ἔξιθ᾿ ἄπιθι, μή σέ τις μιαιφόνων
  2. κακῶς δράσειεν, οὐδ’ ὁρᾶν ἀνέξεται.
  3. Ἡμεῖς δ’ ἄνιμεν, ὡς ὁρᾷς, καὶ τὸν νέκυν