Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἐξ Υἱέος νῦν εἱλόμην ὡς μητέρα,
- χαίρων τις αὐτῶν τοῦδε διάξει φόνου·
- Θεὸς γὰρ, ὡς ἔγνωμεν ἐκ τῶν θαυμάτων,
- ὧν καὐτὸς εἶδες πολλὰ καὶ τανῦν βλέπεις’
- οὐδ’ ἠγνόησας ἡλίου τόσον σκότος,
- ἐπείδ’ ἔκλινε καὶ μεθῆχ’ ἑκουσίως
- ψυχήν· μόρος γὰρ οὔποτ’ ἦν
- εἰ μὴ κελευσθεὶς ἧκε τῇ καρὸς κλίσει.
- τοὐνθένδε μᾶλλον φρικτὸν ἦν θέαμ᾿ ὁρᾶν·
- γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας,
- τάφους τε νεκρῶν εἶδες ἠνεῳγμένους.
- Ὡς δ’ αὖ τις ἧκεν ἀνατινάσσων δόρυ,
- νύσσει παραστὰς νειάτην πλευρὰν ξίφει,
- ἀκμαῖος ἀνήρ· τῆς τομῆς γὰρ
- πληγὴν βαθεῖαν, ὦλκα τραύματος βλέπων·
- οὗτος μὲν ὦσε κατὰ πλευρᾶς που δόρυ,
- πλευρᾶς νενυγμένης δὲ θαυμαστῶς ὕδωρ
- ἔσταξεν εὐθὺς αἷμά τ᾿ οὐ πεφυρμένον·
- διπλοῦς γὰρ ἐστάλαξε κρουνὸς αὐτόθεν,
- φρικτὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θίγειν.