Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους.
- Ἠοῦς φανείσης Υἱέος γ’ ὄψει μόρον,
- ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι.
- Καίτοι δέδορκ’ ἐνθάδε τῶν Παιδὸς τινὰ
- στείχονθ’ ὀπαδῶν, πνεῦμά τ’ ἠρεθισμένον,
- σπουδῇ πρὸς ἡμᾶς τόνδ’ ἰθύνοντα δρόμον·
- δείκνυσι δ’, ὥς τι καινὸν ἀγγείλῃ παρών.
- Τί δήποτ’ ἄρα σημᾶναι νέον θέλει;
- Ἴδω, τί λέξαι πνευστιῶν οὗτος θέλει.
- Ὀττοτοτοί·
- Καλλίστα, πότνα , σεμνοτάτη Μαρία,
- αἲ αἲ αἲ αἲ
- ἀπωλόμεσθ’ οὐ δυσμενῶν τάχ’ ὑπό του.
36
- Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
- Ἄγ’ εἰπὲ, τίς φοβεῖ σε φήμ’ αὖθις νέα;
- Ἔκλυες, ὤ· ἄιες, ὤ· ἤκουσας, ὃς
- ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις;
- Πρὸς τοῦ τόδ’ ἄλλο καινὸν ἀγγελεῖς κακόν;
- Τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;
- Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει,