Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.
ΘΕΟΤΟΚΟΣ.
  1. οἶμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακὸν,
  2. εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα·
  3. Ἠ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;
  4. Τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην;
  5. ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;
ΧΟΡΟΣ.
  1. Ἄκουε τοῦδ’, ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ.
[*](134 sq. Hipp. 571 sq. 136 Hipp. 363. 138 Med. 700. Rhes. 91. 142 Hipp. 871. 144 Med. 690. 147 Eur. Phoeniss. 1339.)[*](ponit Α. αἶ Β m. sec. 134 αὐδᾶν Α. 136 ἤκουκας V, ἤκουκας ex ἤκουσας corr. Μ. 137 ὃς om. Α. 138 πρὸς τοῦ· τὸ δ’ CM, πρὸς τοῦτο τόδ’ Α, πρὸς τοῦτο δ’ ἄλλο VB, πρὸς τοῦ; τόδ’ Eur. καὶ νῦν eadem m. mutatum in καινὸν C. ἀγγελεῖς D. 139 μῶν τε BD. 140 ἀργυροδέκτις Μ, ἀργυροδείκτης BD. 142 τὸ δ’ V, πρὸς κακῶν Β. 143 ἐν τοῖς BD. 145 παντευεργέταν Α. 146 λαβεῖ corr. in λαβὴ Μ. 147 ὃς σοὶ Α. ἀγγελεῖ D.)
37
ΑΓΓΕΛΟΣ.
  1. Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία,
  2. ἄκουσον, οὕς σοι δυστυχεῖς φέρω λόγους.
ΘΕΟΤΟΚΟΣ.
  1. Αἲ αἱ· διοιχόμεσθα· δῆλος εἶ λόγῳ·
  2. κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
ΑΓΓΕΛΟΣ.
  1. κακῶν μὲν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω;
  2. Ἐπεὶ τὸ πάσχα καινὸν, ὡς ἔφη, φάγοι,
  3. μύσταις ἄριστον παραθεὶς, δεῖπνον μέγα,
  4. δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην,
  5. ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας
  6. ἔξεισιν, ὡς εἴθιστ᾿, ἐλαιῶν εἰς ὄρος,
  7. εἰπών τε μύσταις πάνθ᾿, ἅπερ τανῦν πάθοι,
  8. καταρτίσας πάντας τε μυσταγωγίαις
  9. πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεὸν·