Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Πότνια, πότνα, σεμνοτάτη παρθένε·
  2. αἰ αἰ, αἰ αἰ·
  3. Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
  4. ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον
  5. ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου·
  6. τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία.
ΘΕΟΤΟΚΟΣ.
  1. Τί δ’ ἐστίν; ἦ πω τὶς μ’ ἀποκτεῖναι θέλει;
ΧΟΡΟΣ.
  1. Οὒκ, ἀλλὰ Παῖς θνήσκει σὸς ὑπ’ ἀλαστόρων.
ΘΕΟΤΟΚΟΣ.
  1. οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
ΧΟΡΟΣ.
  1. Ὡς οὐκέτ’ ὄντος Υἱέος φρόντιζε δή.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα
  2. καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ’ ἐκφέρειν;
  3. Τὸν ὄντ’ ἀεὶ γὰρ μηκέτ’ εἶναι πῶς λέγεις;
  4. Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν,
  5. λέγ’, ὡς προσήκει, μηδ’ ἀτιμάσῃς Θεὸν.
  6. Γονὰς γὰρ ἀπὸ χρυσέας ἔβλαστε μοι·
  7. καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ·
  8. θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον.
  9. Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
ΧΟΡΟΣ.
  1. Ὠ τλῆμον, οὐκ οἶσθ’, οἷ κακῶν ἐλήλυθας,