Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- θώκους προσελθὼν, ἔνθα δὴ παλαίτεροι
- θάσσουσι σεμνὰν ἀμφὶ Σαλομὼν στοὰν,
- ὡς τόνδε νεκρὸν οὐκ ἐᾷ πρεσβυτέρων
- ὄχλος, προσιὼν τῆσδε κοιράνῳ χθονὸς,
- θάπτειν. Ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε,
- οὐκ οἶδα, βουλοίμην δ’ ἂν οὐκ εἶναι τάδε.
- Ἐμοὶ γὰρ αύτὸν ἐξέδωκεν ὡς φίλῳ,
- αὐτὸν δυσωπήσαντι λαβεῖν τὸν νέκυν
- Τὸ πᾶν ὄλωλεν, εἰ κακὸν προσοίσομεν
- νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι,
- ὡς αὐτὸς εἶπεν ἤματι τρίτῳ πέρας
- τὰ λυπρὰ λαβεῖν γηθοσύνῃ καρδίας.
- Οὐ τοῦτο Πατὴρ Παῖδ’ ἀνέξεται παθεῖν.
- Παλαιὰ καινῶν λείπεται κηδευμάτων,
- κοὐκ ἐκεῖνος τοῖσδε φίλος δόγμασιν.
- αὑτούς γε μὴν δράσειεν· οὐ γὰρ παύσεται
- χόλου· σάφ’ εἶπε καὶ κατεμπρῆσαι πόλιν.
- Ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειε τι
- ἔκδικον ὄμμα Πατρός ἀμυντήριον.
- Οὐ γὰρ μὰ τὴν δέσποιναν, ἣν ἀεὶ σέβων