Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ὅδ' αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται
  2. καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ.
ΙΩΣΗΦ.
  1. Ὦ χρῆμα καγκαλὲς Θεοῦ, δέσποιν’
  2. τί Παῖδα πρὸς σὸν τήνδ’ ἄγουσ’ ἐρημίαν
  3. ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά;
  4. καί σοι μόνος πάρεστι μύστης παρθένος,
  5. λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων,
  6. ἄλλοι δ’ ὀπαδοὶ τῶν γόων πεπλησμένοι
  7. φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες,
  8. οὐδ’ εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν,
  9. σὺ δ’ οὐ πέφρικας δυσμενῶν ἀβουλίαν.
  10. Ἐγὼ δέδοικα, μή τι βουλεύσῃ νέον
  11. ὅμιλος ἐχθρὸς, δυσμενὴς, μιαιφόνος·
  12. βαρεῖα γὰρ φρὴν οὐδ’ ἀνέξεται κλύειν,
  13. κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ.
ΘΕΟΛΟΓΟΣ.
  1. Οὔπω γὰρ οὐκ ἔληξαν οὐδ’ ἔσχον κόρον
  2. μιαιφονίας καὶ κακῆς ἀβουλίας;
ΙΩΣΗΦ.
  1. Ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μέσοι.
ΘΕΟΛΟΓΟΣ.
  1. Τί δ’ ἐστὶν, ὦ γηραιέ; μὴ σίγα, φράσον.
ΙΩΣΗΦ.
  1. Ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,