Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- καὶ θιασεύεται καθαρμοῖσί ψυχὰν
- δέμας τε παντὸς ἀνατινάσσων ῥύπου
- κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν
- ἀεὶ θεραπεύειν θοάζει τὸν Θεὸν.
- Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ
- κάλλιστον, οἶμαι δ’ αὐτὸ καὶ σοφώτατον
- θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις.
93
- Ὠ φίλταθ’, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων,
- σοφὴν σοφοῦ παρ’ ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ
- ἥκω δ’ ἕτοιμος τήνδ’ ἔχων σκευὴν τάχει,
- ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον.
- Δεῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον,
- ὅσον καθ’ ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν.
- Πῶς χρὴ κατάγειν, πῶς δὲ πρὸς τύμβον φέρειν
- πέπλοις ἐνειλίσαι τε; Νῦν ἡγοῦ σύ μοι
- νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός·
- ὡς οὐ κάμοιμ’ ἂν, εἴθ’ ἕως εἴθ᾿
- ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ·
- ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν
- ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ.