Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω:
- ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας;
- οἵοις τε πέπλοις κατακαλύψω νέκυν;
- πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη;
- τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες;
- οἴμοι, τί δράσω; τίς γένωμαι
- Τί ταῦτ᾿ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις
- ἔργοις θ’, ὅσ’ ὑπέδειξας εἰς μαρτυρίαν,
- ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν.
- Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεὸς,
- πολλά τ᾿ ἀέλπτως πολλάκις κραίνει Θεὸς,
- τὰ δ’ αὖ δοκηθέντ’ οὐκ ἐφεῦρε καὶ τέλος·
- σὺ δ’ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον.
- Καὶ μὴν ὅδ’ Ἰώσηπος ἐν σπουδῇ ποδὸς
- στείχει, νέον τι πρᾶγμ’ ἴσως ἔχων φράσαι.
- Ἀτὰρ τόδ’ ἄλλο θαῦμα καὶ παρ’ ἐλπίδα,
- μύστην νύχιον τῷδε συντρέχοντα πως,
- σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ.
- Ὠ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια
- εἰδὼς ἁγιστεύει θ’ ἑαυτοῦ βιοτὰν