Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν·
- ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ,
- πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νᾶμα
- ἔσταξεν εὐθὺς αἷμά τ᾿ οὐ πεφυρμένον,
- φρικτὸν θέαμα, καὶ τρόμος μ᾿ ὁρᾶν ἔχει.
- Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν,
- γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας
- τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους·
- αὐτὸς δ’ ὁ νύξας ἔντρομος πεσὼν θίγει.
- Ὠ τέκνον, ὠ φίλτατον, ὠ θεῖον κάρα,
- οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις,
- σφόδρα ποθεινὴ δακρύοισι συμφορά·
- κενοῖς τε καθάρσιον αἷμα τοῦ γένους·
- καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα,
- Θεοῦ τε κεκράγασι τρανῶς σ’ Υἱέα·
- πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχειν,
- οἱ δ’ ἐγγενεῖς σ’ ἔκτειναν ἀλόγῳ φθόνῳ,
- ἐξ ὧν σ’ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν,
- οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως·
- οἵδ’ οὐδὲ φροντίζουσι σ’ ἐνθεῖναι τάφῳ.