Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἐλάσσω τῆς τοῦ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ αἰχμαλωσίας. ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ’ αὐτὸν τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος ὑποδεξάμενοι. διῆλθεν δὲ χρόνος ἐτῶν τεσσαράκοντα ἄλλων καὶ ἡ αἰχμαλωσία ἀνέθη καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος.

9. Ἔπεισι δὲ θαυμάζειν πῶς συμβέβηκε κατὰ τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι, φημὶ δὲ πρῶτον Ἐσσηνῶν δεύτερον Γοροθηνῶν τρίτον Σεβουαίων τέταρτον Δοσιθέων. ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας καὶ τὸ αἴτιον ὅπως * διασαφήσω ἐν βραχεῖ [ἐρῶ].

τί δέ ἐστιν ἄλλο ἢ ὅτι <ὡς> ἀπὸ τῆς τῶν γλωττῶν πολυφόρου ἀλλοιοφωνίας φυλαὶ γεγόνασι, κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πατριαρχίαν ἔθνη διάφορα προέστη, πᾶν δὲ ἔθνος ἑαυτῷ προεστήσατο [*](7 ff wie sich aus de duod. gemm. 94; CSEL 3511 770, 26 ünther ergibt, setzt Epiphanius diesen Esra gleich mit dem Esra 7, 1 genannten; er unterscheidet ihn von einem andern qui vocabatur Salathihel, cidus erat pater Zorobabel, qui Zorobabel erat filius Jechoniae (zu letzterem Tgl. Matth. 1, 12) — Ebenda Genaueres über die Schriftform, in der Esra den Samaritanem den Pentateuch überlieferte VM) [*](1 ἔθνος ἐκεῖ Μ 3 ἐπιτελέσαιεν V | ὑπερασπίζοντα M 7 ἱερέα aus ἱερέαν Vcorr 8 Βαβυλῶνος Μ 10 Κωθαίους Μ | <τοὺς>* 13 τὸ1 < 14 διαδεξάμενοι V 16 ἀπῆλθεν M | τῆς < Μ 17 ἔπεστι V | κατὰ < V 18 τέσσαρες V 19f Δωσιθέων VM 21 * <ἐγένετο>* 22 <ὡς> *, vgl. οὕτω S. 197, 5 | πολυφώνου? * 23 f πατριαρχείαν 24 προέστη] lies wohl κατέστη *)

197
βασιλέα εἰς κεφαλήν, συμβέβηκε δὲ ἀπὸ τούτου πολέμων εἶναι ἔνστασιν καὶ συμπληγάδας Μνῶν ἔθνεσι συρρηγνυένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ τῶν πέλας ἀποφέρεσθαι διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν, —

οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ μεταπεσούσης τῆς μιᾶς τοῦ Ἰσραὴλ θρῃσκείας καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη *, φημὶ δὲ εἰς Ἀσσυρίους ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι), συμβέβηκε καὶ τὴν γνώμην διχονοηθῆναι.

καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς μιᾶς θεοσεβείας εἰς πολλὰς παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε καὶ ᾠήθη τῷ γράμματι ἐνασκεῖσθαι καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα.