Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Σαμαρεῖται μὲν οὐν ἀρχὴ τῶν αἱρέσεων ἀπὸ γραφῆς θεϊκῆς ὁρμωμένων μετὰ τὰς προειρημένας ἄνευ γραφῆς θεϊκῆς Ἑλληνικὰς αἱρέσεις ἀπ᾿ ἰδίων λογισμῶν ἀνθρώποις † ἐμβροντηθείσας ἀπὸ διανοίας.

πᾶν τοίνυν τὸ γένος Σαμαρειτῶν ἐκαλοῦντο. ἑρμηνεύονται δὲ Σαμαρεῖται φύλακες διὰ τὸ ἐν τάξει φυλάκων τετάχθαι ἐν τῇ γῇ ἢ ἀπὸ τοῦ φύλακας αὐτοὺς εἶναι τῆς κατὰ τὸν νόμον Μωυσέως διατάξεως.

ἐκαλεῖτο δὲ καὶ τὸ ὄρος ἔνθα ἐκαθέσθησαν Σομόρων, ἅμα δὲ καὶ Σωμήρ, ἀπὸ ἀρχαίου τινὸς Σομόρωνφφ υἱοῦ Σωμήρ, οὕτω τοῦ ἀνδρὸς καλουμένου.

ἦν δὲ οὗτος ὁ Σομόρων υἱὸς ἑνὸς ἀνδρὸς [*](6–8. 198, 8 vgl. de duod. gemmis 97 CSEL 3511 S. 771, 15 ff 16 f aus Eusebius, vgl. Hieronymus Chronik S. 88, 25 Helm — 19ff I ön. 16, 24 vgl. de duod. gemmis 91 ff CSEL 3511 S. 769, 23 ff ünther (Anastasius Sin. quaest. 45; Migne 89, 596 D ff) V (bis ἀπο Z. 4; von da an G U) Μ) [*](1 πολέμων aus πόλεμον V corr 2 vor ἔθνεσι + ἐν V 5f τοῦ Ἰσραὴλ τῆς μιᾶς U 7 * etwa <μετενεχθείσης> * 12 κατὰ Σαμαρειτῶν αἰρέσεις τῆς δὲ ἀκολουθίας θ GM κατὰ Σαμαρειτῶν, ἑβδόμη αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἐνάτη δὲ τῆ ἀκολουθία U 13 ἀρχὴ] ἄχρι U 14 ὁρμωμένων *] ὁρμώμενοι GUM | ἄνευ γραφῆς θεϊκῆς < U 15 † lies <ἐφευρεθείσας> ἀπὸ διανοίας * 15f διανοίας + αὐτῶν ἐξεῦρον G 16 ἐκαλεῖτο GU | ἑρμηνεύεται G 19 hinter τὸ ὄρος vielleicht + <καὶ τὰ <καὶ ὁμοροῦντα> Sin. = de duod. gemmis a. a. O 771, 19 tam mons quam omnia, quae vicina esse videbantur | Σωμόρων U 20 Σωμόρων U 21 Σωμῆρ (unklar, ob Σωμὴρ oder Σωμόρων gemeint) U)

198
τῶν ἀπὸ γένους τῶν Φερεζαίων καὶ Γεργεσαίων, οἳ κατῴκουν τὸ τηνικαῦτα τὴν γῆν, ἐκ διαδοχῆς ὄντες παῖδες τοῦ Χαναὰν τοῦ τὴν γῆν ταύτην ἁρπάξαντος τὴν νῦν Ἰουδαίαν ἢ Σαμάρειαν καλουμένην, οὖσαν τῶν υἱῶν Σήμ, μὴ οὖσαν δὲ αὐτῶν ἰδίαν διὰ τὸ αὐτὸν τὸν Χαναὰν εἶναι υἱὸν τοῦ Χὰμ πατραδέλφου τοῦ Σήμ.

καὶ συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας ἔκ τε τοῦ Σωμὴρ ἔκ τε τοῦ Σομόρων ἔκ τε τοῦ φυλάττειν τὴν γῆν ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα τοῦ νόμου.