Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι᾿ ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ. ὃτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας.

Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν κοὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι.

καὶ ἐὰν εὔρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς όφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέ- ρειν καὶ τοῦτον ἐσθίειν.

ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν > ἀπὸ τοῦ τῆς τῆς ἔχίδνης ἀνατεθραμμένα.