Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν.

παρελθὼν δὲ καὶ τούτου τὴν αἕρεσιν καθεζῆς τὰς ἄλλας διαοκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι »πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις,

οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ«, ἵν᾿ οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ

μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες [*](7 f Der Name Ἀδαμάντιος ist wohl Signum. So verstehen ihn offenbar Eusebius h. e. VI 14, 10; II 552, 9 Schwartz Ἀδαμάντιος, καὶ τοῦτο γὰρ ἦν Ὠριγένει ὄνομα Hieronymus vir. ill. 54 Origenes, qui et Adamantius ebenso Epiph. selbst oben c. 1, 1; S. 403, 2 u. Suidas s. v. Ὠριγένης II 1, 1270 Bernhardy. Unsicher bleibt jedoch, wie in andern Fällen, ob Origenes sich selbst das Signum beilegte oder es ihm von andern beigelegt wurde. Zweifelhaften Werts sind darum die Deutungen bei Hieronymus ep. 33, 4, 11; S. 255, 11 Hilberg Adamantium nostrum . . ., qui tanto in sanctarum scripturarum commentariis sudore laboravit, ut iuste adamantis nomen acceperit u. Photius cod. 118 τοῦτον τοίνυν τὸν Ὠριγένην, ὃν καὶ Ἀδαμάντιον ἐπονομάζεσθαί φασιν, ὅτι ἀδαμαντίνοις δεσμοῖς ἐῴκεσαν οὓς ἂν δήσειε λόγους — 14 Jes. 54, 17 ) [*](M U (von Ζ. 6. ἀλλὰ ἀρκέσει an)) [*](6 ἀλλὰ < M | ἑτεροφιλόσοφον M 7 Ἀδαμαντίου*] Ἀδαμάντιον MU 8 vor κατὰ + καὶ U 9 ἐπινενοημένον*] ἐπινενοημένην MU 11 ἀρρωγὸν U | ἰδιωτίας MU 14 φωνὴ + ἦ U 16 γυμνασίαν U 20 κυκῶντος] κωκυτῶ Μ)

523
τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν.