Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ τοῦ ἀναστάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ᾿ ὑμῖν, ὃτε ἡ γῆ ἔκλονεῖτο, καὶ λέγοντες ὃτι πλάνον τινὰ ἀπατῶντα λαὸν Ἰησοῦν όνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ή πλάνη,

ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος »οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἀκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως«, ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό ὁμοίως τοὺς τοὺς κατοικοῦντας ἐν τάφοις‘.

ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὃτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ [*](1. 3 Psal. 67, 7 — 7 ff vgl. Panarion haer. 46, 5, 1 u. 6ff; II 208, 15ff u. 209, 10ff (dazu Holl, Sitz. Ber. Berl. Akad. 1918 S. 540 ff) — 10 Ephes. 5, 14 — 22f vgl. Hebr. 2, 10 — 25 Psal. 67, 7 — 28 vgl. Act. 3, 15) [*](Μ 1 ἐξάγων *] ἐξαγωγῶν M 9 * änze etwa ἐν τῷ αὐτῷ τόπῳ τῷ Γολγοθᾷ ἐτάφησαν, ἐπιτεθέντων ἐπὶ τὸ τοῦ Ἀδὰμ σῶμα> * 9 * καὶ οὓτως ἅμα τῷ Ἀδὰμ> * 10 * etwa ἤγειρεν ὁ ἐκεῖ> * 11 καθεύων Μ *] ἐπιγινωσκομένων MU 14 γάρ *] δέ M 15 <συγγενὴς> Dind. συγγενῆ M | ἐτῶν *] τῶν M | τελευτήσαντι *] τελευτησάντων M 17 ἀντερω- τώμενοι *] ἀντερωτώμενος Μ 18 παρ’ ὑμῖν *] παρ’ ὑμῶν Μ 24 ἐκεῖ] ἐκεῖ] Μ)

522
σταυρῶσαι.

τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ.