Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

70. Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν άνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ὴ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη·

»ἣξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ« καὶ σαλπίσει, καὶ οἱ νεκροὶ καὶ »ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα«· ὡς καὶ ὸ καλλίων ὴμῶν πρεσβύτης > μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αύτοῖς καὶ αὐτοὶ οικοδομοῦντες προσεθήκαμεν.

ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ »ἡμεῖς ἀρπαγησομεθα ἐν νεφέλαις εἰς συνάντησιν δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἓτερον παρὰ τοῦτο <ἀνιστάμενον>·

ὁ γὰρ άρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι »οὐ φθάσομεν τὴντῶν νεκρῶν ἀνάστασιν«, ἕνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐπόριστον καὶ δυνατὸν δυνατὸν ἀποδείξῃ γὰρ οἱ ζῶντες οὐ μὴ φθάσω- μεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν«), ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ.

»Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις«. φησὶν ὁ προφήτης. ἳνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, [*](D684) καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι.

αίνιγματωδῶς γὰρ [*](5 vgl. Gen. 10 — 6 vgl. Gen. 18, 20f — 7f Jes. 59, 20 - 8 I Kor. 15, 52 — 9. 14 I Thess. 4, 17 — 16. 18 I Thess. 4, 15 — 23 Jes. 26, 19 — 24ff vgl. über das Apokryplion Ezechiel Fabricius cod. pseudepigr. V. T.2 I 1117ff Zahn, Forsch. z. Gesch. d. neutest. Kan. VI 310 f, auch Resch, Agrapha 2 S. 330f. 381f dazu Holl, das Apokryphon Ezechiel (Festschrift ür A. Schlatter 1922, S. 87 ff; dort auch die indischen, rabbinischen und anderen Parallelen zu unserem Stück)) [*](M U (bis Ζ. 22 ἀποδείξῃ; – S. 516, 12 εἴτε φαύλων ausgelassen)) [*](6 ἡ τῆς πολλῆς σου] ἣτις σου πολλῆς Μ 10 <ἡμῶν πρεσβύτης καὶ> S. 510, 2f | Μεθόδιος εἶπε M 11 <ἐπ> οικοδομοῦντες * 15 <ἀνιστάμενον> 16 δὲ] δὴ M 17 f εὐπόριστον] ποριστὸν M 18 δυνατὸν] δυνάμενον Μ | μὴ < M 18f φθάνωμεν M 20 ζῶντας + <ἅμα>? * | ἀπὸ τῶν ζώντων < M 21 Corn.] ἐκείνου M U)

516
διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχη σῶμα, ὃτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ ἀλλ’ ἀλλ’ ἢ μόνον δύο, ἴνα χωλὸν καὶ ἓνα τυφλόν, καὶ <αὐτῶν> κατ’ ἰδίαν ἐκαθέζετο καὶ κατ’ ᾤκει.

γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ήγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλἠν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν.

παράδεισον δὲ εἶχεν ό βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν«. ὁ δὲ ἓτερος ἠρώτα ποίῳ τρόπῳ‘;

ὁ δὲ εἶπεν »ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου«. ὁ δὲ εἶπεν καὶ πῶς δύναμαι, χωλὸς ὣν καὶ μὴ δυνάμενος ἐπισαίνειν‘; ὁ δὲ τυφλὸς ἴφη αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; άλλὰ τεχνασώμεθα«.

τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με«. ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὃτε ἔφθασε λλέγει δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί.

ἄνωθεν ὸδηγῶν σε δεξιὰ καὶ εὐώνυμα«. τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὃμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ.