Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

69. Ἳνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ. υἱῷ τοῦ Ἀμράμ, πέτραν έν ῥάβδῳ καὶ προ[σ]ενεγκεῖν ὓδωρ ἐξ ἀπόρου ὓλης, τὸ ξηρὸν εἰς ὑγρὸν μεταβαλεῖν; τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς όδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι <θεοῦ>; τὸ εἰς αἶμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον;

τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ σάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη;

τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι᾿ αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ;

τὸ [*](1–5 IKor. 15, —38 — 18 vgl. Nura. 20, 11; Exod. 17, 6 — 20 vgl. Exod. 14, 21 — 21 f vgl. Exod. 7, 20 — 22 vgl. Exod. 8, 6 — 23 vgl. Exod. 8, 17 — vgl. Exod. 9, 23 — 24f vgl. Exod. 10, 22f — 25 vgl. Exod. 12, 29 — 25f Exod. 13, 21 f — 26 ff vgl. Exod. 16, 13; Psal. 77, 25) [*](M U 1 ἄφρον U 7 κριθάς M 8 Ε; * 13 τὰ ἀληθῆ M 14 μικροτάτω M 15 καλάμη U | αἱ] * 16 ἀνθήρικες M 17 δὲ] σοὶ M 18 Μωυσῇ*] Μωυσεῖ Μ U 19 προ[σ]ενεγεκεῖν * 21 <θεοῦ> * | τὸ] 22 θίξιν MU 24 σκοτομήνην Dind.] ἐσκοτομήνην Μ ἐσκοτομένην U 25 τὰ < U | πρωτότοκα M 26 πυρὸς] πρὸς M 28 κορέννειν Μ | τὸ] τοῦ M)

514
ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριάδων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι κὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς υἱοὺς Ἱσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ;

τὸ τὴν χεῖρα σαρκίνην οὐσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὐποδοχὴν τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Αβειρὼν καὶ Αὐνᾶν;

τὸ ἐπὶ τέλους ἀκοῦσαι »ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα«; τὸ μὴ γινώκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; ση- μαίνοντος τοῦ Μου γράμματος ὡς] ὑπὸ άμνθρώπων τὸ σῶμα Μωυσέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων·

καὶ πάντα ταῦτα ἔτι ὄντος αύτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. λαβόντες δὲ άπ᾿ ἐντευθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὃτε πληροῦται τὸ εἰργμένον »σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ·

σπείρεται ἐν άσθενείᾳ, ἐγείρεται ἐν δυνάμει«.

πῶς γὰρ οὐκ ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν;

πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὃπου λάμψουσιν οἱ δικαιοι ὡς ό ἥλιος‘, ὃπου ἔσονται »ἰσάγγελοι«, ὃπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὃπου οἱ περὶ Πέτρον »καθέζονται ἐπὶ δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες Ισραήλ«, ὃπου λήψονται οἱ δίκαιοι »ἂ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὐς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν [*](1f vgl. Exod 19, 3; 33, 11 — 2 f vgl. Exod. 24, 18 — 4f vgl. Exod. 24, 29ff — 7 vgl. Exod. 4, 6 — 7f vgl. Num. 16, 31ff — 9 vgl. Deut. 32, 49f — 10 Deut. 34, 6 — 16 1 Kor. 15, 43 — 23 Matth. 13, 43 — Luk. 20, 36 — 24 Matth. 25, 10 24f Matth. 19, 28 — 20 f I Kor. 2, 9) [*](M U 3 διὰ M | χρεώδη Μ 5 στροβοῦσα M 6 αὐτοῦ] Μωυσίως M 7 μεταβεβλῆσθαι M 8 τῶν] τοὺς M | καὶ 1 < M 9 ἐπὶ τέλους) τὸ τέλος U 10 κἀκεῖ] καὶ M 11 ὡς] * 11 f ωυσίος U 12 μὴ] μηκέτι U 13 ταῦτα πάντα U | κόσμω κόσμω τούτω U 14 ἔτι + <ὄντος>? * | τούτῳ] ἔτι M | ματι < U | ἃμα + καὶ νεματικῶς M 14 f γινομένω M 15 * etwa τῆς ἐλπίδος ἠμῶν χριόμεθα > * 20 ἐπαμμένον M 21 πῶς + <δὲ>? τὸ + τὸ M 22 ἐν οὐρανῷ] οὐρανῶν U 23 λάμψουσιν *] λάμψωσιν M U 25 θρόνους U 26 οὐχ ἴδεν M)

515
ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ό θεὸς τοῖς ἀγαπῶσιν αὐτόν«;

ἡμῶν τοίνυν ἡ ἀνάστασις έν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων ζωὴν ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν κρίσιν