Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

51. Ἐὰν δὲ πάλιν ἀθυποφέρωσι λέγοντες· πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν.

οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὐποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.

καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργρύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὑποτάσσεται τῷ δῆμιουργῷ. οὐδὲ γὰρ δύναται· ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ.

καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.

οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὐποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα· ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν »παλαιὰν ζύμην« κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελε<ί>ως ἀφ᾿ ἡμῶν ἀιστωθῆναι, ὁτὲ »νόμον ἀντιστρατευόμεον τῷ τοῦ νοὸς καὶ αἰχμαλωτίζοντα«.

ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαί- [*](2f Rom. 8, 9 — 3–8 Rom. S, 11–13 — 10 Rom. S, 7 — 23 I Kor. 5 28 Rom. 7, 23) [*](M U (von Ζ. 9 καὶ οὐχὶ an) S) [*](9 τὸ σῶμα] seine Leiher S | θανατοῦσθαι + u. lebendig zu machen S ἐβεβαιώσατο U 12 γὰρ < S | λεκτέον < S | ἄρα καὶ < < S | ὑπέθετο] sagt er S 16 εἰς τὸ — ἐπιτήδειον < S | kann nicht Untertan sein S 17 πρότερον < S 17 f ἐκτακῆναι — μὴ < S 18 ἀπεφήνατο U 19 πονηθῆναι] sein S 19 f ἀλλὰ τὸ — < S 19 τῶ χαλκῶδες τῶ M 23 παλαιὰν] πάλιν M < S | < S 23 f ἐπισπέρχων — ἀιστωθῆναι < S | αὐτὸ τελε τελε<ί>ως *] αὐτὸ αὐτοτελῶς U 26 οὔτε U)

481
νοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾿ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειv ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;

ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ οῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὐποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη, ἐχρῆν Με παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός.

εἰ Τε παρθενεύουσι καὶ ἐγκρατεύοται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσσουσιν (ἄλλως γὰρ ἐγκρατεύεσθαι ἁμαρτίας οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.

ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὐπέταξεν ἑαυτοῦ τὸ οῶμα εἰς ἁγνείαν; ἢ πῶς Πέτρος εἰς ὁσιότητα; ἢ οἶ καθεξῆς εἰς δικαιοσύνην; πῶς Τε καὶ Παῦλος »μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν« λέγει »σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμὼν ὅπλα δικαιοσύνης τῷ θεῷ«

καὶ πάλιν »ὕσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὔτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοὺλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν«;

52. Οὐκοῦν ἐγίγνωσκεν δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρός τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα.

ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐφ᾿ ἡμῶν, ἐὰν μὴ πρότερον ὑποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὸ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ’ ἀξίαν [*](13–17 Rom. 6, 12f — 17–20 Rom.) [*](M U S 1 f ἢ λῃστεύοντες — ἢ ποιοῦντες < S 1 ὅσα τὰ M ὅσα ἅττα U | U 2 ἔχειν ἐδυνάμεθα] das Fleisch hätte S | παρὰ δικαίῳ κριτῇ < vor ἀδυνάτως + und S 3 — 6 πῶς γὰρ — τῷ ἀγαθῷ < S 8 μήτε] μηδὲ M δύνασθαι < S 9 εἰ δὲ] wie aber S | ἐγκρατεύονται δὲ < S δὲ ὁπότε] δηλονότι U 10 vor ὑποτάσσουσιν + nicht S | ἄλλως — ἀδύνατον < S 11 τὸ σῶμα] das Fieisch S 12 αὐτοῦ M 13 ὁσιώτητα M 14 ἡμῶν | λέγει] tvelcher spricht S hinter σώματι U | εἰς τὸ] ἐν τῶ U 15 ἐπακούειν U | ταῖς ἐπιθυμίαις αὐτοῦ] ihrer Begierde S 15f ἁμαρτίας τῆ ἀδικία Μ 17 γὰρ < U 18 vor τῇ ἀκαθαρσίᾳ + der ünde und S 21 ἐγίνωσκεν U 21 f θύνεσθαι — τοῦτο καὶ] dieser Leib S 22 ἕνα] wenn S | νεκρωθῶσιν] er ötet S 23—S. 481, 1 ἄνθρωπος καὶ — τοῦ Χριστοῦ < S 24 αὐτοῦ U 25 πολιτεύσεται M )

482
τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἀμαρτῆσαι διὰ τοῦ σώματος αὐτῷ.

εἰ γὰρ »οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται«,

πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ Τε τούτων ὁ ἀκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσύνη.