Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

λεγέτω καὶ ὁ ’Ιὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν καὶ ἀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ »ἢ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. ἔθου θλίψεις ἐναντίον ἡμῶν, κύριε, ἵνα ἡμᾶς ὡς χρυσίον ἐν χωνευτηρίῳ δοκιμάσῃσ«.

λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες, δροσιζόμενοι ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός· »ἑδοκίμασας ἡμᾶς ὁ θώς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὔδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.

δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητὶ καὶ τῶν ὑδάτων εἶς τὴν καυστικὴν μεταβληθέν- [*](1f Psal. 65, 10f — 4 Psal. 25, 2 — 7 vgl. Gen. 22, 12 — 11 Hiob 40, 3 — 14 vgl. Dan. 3, 50) [*](M U S 1 — 4 ἐπύρωσας ἡμᾶς — ἐδοκιμάσθησαν] usw. S 2f ἔθου θλίψεις — νῶτον ἡμῶν < Μ 3 ἐκθλίβοντες Μ Ι πειρασμούς + <λέγοντες> ? * — πείρασόν με < S 4 γάρ < Μ Ι γάρ φησι] und wieder 6 ὁ < U 7 <τοῦ παιδὸς> * nach S Ι τὸ τοῦ — πρόσταγμα] Gott 7f μετὰ τὸ ἀκοῦσαι — παιδός σου] < S 8 ἀπορρίψας τὸ ξίφος] u. S 9 ἐπύρωσας — ἀργύριον < S < | ὁ < — σαπρίαν καὶ] Untergang des Reichtums u. dem Tod der Kinder S Ι ἀπορεῦσαι M ἀπορεύσαι U 11 f διὰ λαίλαπος — δίκαιος] u. der Erscheinung Gottes S 11 αὐτοῦ M Ι ἢ < U 12 φανῆς U 12 f ἔθου θλίψεις — δοκιμάσῃς] du mich geprüft Gott S 13 χρυσὸν U 14 f δροσιζόμενοι — τοῦ πυρός < 15 θεός + u. hernach S < διήλθομεν — καὶ ὕδατος < S 17 δὸς] mg εἰπεῖν < S Ι κἀμοὶ τῷ Μεθοδίῳ] denen, die dich lieben mit reinem Glauben 17 f ὁ παντοκράτωρ — αἰώνιος < S 18 ὁ μέγας < U Ι τοῦ Herrn u, Gottes Jesu Christi S Ι ἐν τῇ ἡμέρᾳ σου < S 19 τὸ πῦρ dies sinnliche Feuer S 19–S. S. 476, 2 καὶ τῶν — ἐξήγαγές με < S ῥημάτων M)

476
ἐξήγαγές με εἰς ἀνάψυξιν«. σὴ γὰρ αὕτη τοῖ;

ἀγαπῶσί σε ἡ ἐπαγγελία »ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· κἅν διαβαίνῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε«. ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν Ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα.

49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφαντζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘ καὶ βοῶσι, <ὅτι> τῇ πρὸ τῆς ἐντολῆς x003E; ἐν τῷ πρωτοπλάστῳ <ἐν παραδείσῳ> διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·

ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχερθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ' ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγεν τό »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·