Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἑπισκέψασθε ὡς ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ μαρτύρων καὶ ὁ Σολομῶν ἀναφθέγγεται (οὐ γὰρ ἀμάρτθρος ὁ λόγος καὶ ἄλλων γραφῶν ὄτι »ὁ ἐπείρασεν αὐτοὺς καὶ ηὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ·

ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτοὺς καὶ ἐν καὶρῷ ἐπισκοπῆς αὐτῶν <ἀναλάμψουσιν>«· πρόσθεν εἰπών »καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὁλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται«.

ἀλλὰ καὶ ἐν τῷ ݲ ψαλμῷ τό »εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. εὐλογητὸς κύριος, ὂς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραντοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς δυνετρίβη, καὶ Ι ἡμεὶς ἐρρύσθημεν«, οἱ μάρ- τυρές εἰσιν οἱ ψάλλοντες.

δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ ματρύρων, εἶς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες· [*](4–11 Weish. Sal. 3, 5–7 — 11–13 Weish. Sal. 3, 4f 123, 27) [*](M U S 1 δοκιμασθέντες + denn S 1f ἐν ταῖς κατὰ — προσβολαῖς] u. durch viele Qualen hindurchgegangen S 2f τὰ πολλὰ — διαθλήσαντες < S Ι εἰς τὴς — ἐστι καθ’ καθ’ ἐν προφητείαις· πίστει γὰρ M 3 εὐκλεῶς] εὐσεβῶς U 4 τῷ θεῷ] ο Gott S Ι ὡς] ὅς U 5 παρ’ αὐτῷ < S 6 προλθεὶς M Ι ἐπισκέψασθε] siehe aber nmi S Ι ἐπισκήψασθαι M Ι ὡς + dir S, lies ὥς <τοι> ? * 7 σαφῶς < S Ι περὶ μαρτνριῶν M < S Ι Σαλομῶν M 8 οὐ γὰρ < S 9 ευρεν U χρυσὸν χρυσὸν U 11 καὶ ἐν καιρῷ — αὐτῶν < S Ι εἰπών] und bald darauf S 11 f καἰ γὰρ — πλήρης < S 13 μεγάλα θήσονται] werden sie sehr selig gemacht uerden S 14 ρݲκݲγݲ < S Ι τό U wieder S 14 f ἀνθρώπους] Feinde S 15 f ἄρα τὸ — κατεπόντισεν ἡμᾶς < U — 19 τῶν — τῶν θηρευόντων < S 19 vor ἡ παγὶς bald darauf S 19f οἱ μάρτυρες — ψάλλοντες < S 22 ὑπερμάχῳ u. καὶ τῶν ὅλων < S)

475
»ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν«, τὸ δικαστήριον τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ’ οὒς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν·

»δοκίμασόν με« γάρ φησι »κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου«.

λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα προτιμήσας τε <τοῦ παιδὸς> τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι »’Αβραάμ, φεῖσαι τοῦ παιδός σου« ἀπορρίψας τὸ είφος· »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον«.