Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ »πρωτότοκον τῶν νεκρῶν« καὶ »ἀπαρχὴν« αὐτὸν εἰρῆσθαι »τῶν κεκοιμημένων«, λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων > ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, »οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ«, ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ >, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς, λέξομεν·

ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν »ἐκ θελήματο ἀνδρός«, »ἡδονῆς ὕπνῳ συνελθούσης«, »ἐν ἀνομίαις συλληφθὲν καἰ κισσηθὲν ἐν ἁμαρτίας«, ἀλλὰ »ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καἰ παρθένου«, τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος.

καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ »ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον< κληρονομήσει ἑρπετὰ καἰ κηρία καὶ σκώληκας«, καὶ <Δαυ'δ > ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ »μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολγήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν [*](4 Matth. 17, 1 –3 — 9 Kol. 1, 18; Apok. 1, 5 — 10 I Kor. 15, 20 — 12 I Thess. 4, 14 — 14f vgl. Joh. 20, 27f — 15 Joh. 1, 13 — 16 Weis. Sal. 7, 2 — Psal. 50, 7 — 17 vgl. Luk. 1, 35 — 19 Sir. 10, 11 — 20 Psal. 87, 13) [*](M U S) [*](1 χαρακτὴρ + ὁ U | κατὰ τὴν αὐτὴν μορφήν ὁ αὐτὸς] von derselben Ahnlichkeit S | οὑτωσὶ Jahn] οὕτως εἰ M U 2 τότε οὐκ < U 3 ἀλλὰ M | ἀπαθεῖ] unverweslich S 4 τὸ Ἰησοῦ *] τοῦ Ἰησοῦ M τῶ Ἰησοῦ U 5 τὸ beidemale *] τοῦ M U | καὶ τὸ Ἠλίου < S 7 οὖν < U | οὗτος οὕτως MU ὁ νοῦς] haben uir ähnt S 9 τῶ σῶμα 9f τῶν νεκρῶν S 10 εἰρῆσθαι] sie S 11 καὶ τὰ] κατὰ M | <σώματα > Bonwetsch nach S ἐκεῖνο U 18 διὰ τοῦ Ἰησοῦ] mit Jesus S 14 <σῶμα > * nach S | ἔχον < U | ἐπείσθη] sagte S 15 λέξομεν *] λέξωμεν MU so sagen wir S 16 ἡδονῆς + καὶ S | ἠδονῆς ὕπνῷ συνελθούσης] der Vetxinigung eines Mannes S I vor ἐν ἀνομίαις + oder S | καὶ] oder S 18 παρθένου + sehr heiligen u. reinen S καὶ4 < S 19 ἀποφθέγγεται < S 20 <Δαυὶδ > * nach S Ι ἐν ψαλμῶ ἑβδόμω U 21 ποιήσεις * nach S] ποιήσῃς M U 22 τις < S Ι ἐν + τῶ M)

430
σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῇ;«

καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐζήσωμεν τὸν λόγον.

Λοιπὸν Μεθοδίου·

Ὡς πὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν·

ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν »σύν τε σύ᾿ ἐρχομένων«. καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. »διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν«.

συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ᾿ ἡμῶν ὡπλισμένος λογοις ἐκπέρσῃ τὴν ἀνάστασιν.

ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, [*](13 Ilias 10, 224 — 14 Ilias 21, 308f) [*](Μ U S) [*](3 τοιαῦτα] viele S | ἃ Bonwetsch nach S] ὅσα M U | * ἐῶμεν Mendelssohn 4 μνημονεύσαντες U 5 τὸν < U 7 μόλις M | vor ὁ Πρόκλος + καὶ U 8 ἐπὶ πολύ < S | ἱκανῶν S 9 εἴην U | ἠρέμα τὴν] ἠρεματικὴν M 10 τοῦ κύματος] aus den Wellen S 11 ἐβεβλήμην γὰρ + und S | κατηντλημένος < S 11f κατηντλημένος τῶ λόγω M τῶν λόγων κατηντλημένος U 13 τὸ ποιητικόν] Jenes Wort S | σύν τε δύ᾿ ἐρχομένω] σὺν τε δύο ἐρχομένω M σύν τε δυοῖν ἐρχομένοιν U 14 διὸ σθένος] von Diosthcnos S | ἀμφότεροι φότεροι < Μ | περ σχῶμεν] ἐπέχομεν U 15 ἐροῦμαι U 16f τοῖς ἀνα- τρεπτικοῖς — λόγοις < S 16 ἁματρεπτικοῖς U 17 ἐκπέση U 17f ἀντιπαρατασσώμεθα M 18 τῶν σοφισμάτων M | οἱ < U 19 ürchten S | φοβηθέντες βάλλονται M | ἑαυτοῖς M | ὅλως < U S 20 κατάπληξιν + S | ἀκουόντων + τῶν M 21 κατεσκευασμένων M | vor οὐ + und S | καὶ] οὐδὲ U)

431
ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους.

ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ᾿ ὁτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἕτι καὶ σεμνον, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἵ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις.

τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ᾿ οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, [καἰ] πάντες εἰς ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *.

θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγείλατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿ > ἰατρικῆς, δι᾿ ἧς τοὺς κάμονοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.

ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλ- λώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν.

20. Εἰσὶ γάρ, εἰσὶν οἵ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, [*](MUS (bis Z. 4 τῶν διδασκάλων; das Folgende bis S. 434, 13 αὐτὴν αὖθις ausgefallen)) [*](1 δόξαι] δεῖξαι U | τοῖς παροῦσι] den örenden S | τοὺς λόγους σοφοὺς U 1f τοῖς πολλοῖς < S 2 ἔσθ᾿ ὅτε < S 4 τῶν διδασκάλων] xum οὐ] οὔτε U | βέλτιστον U C αἱροῦνται *] αἴρονται Μ ἐροῦνται U | τὴν σοφίνα *] τῆς σοφίας M U | ἐπαίνοις < M | μὲν οὖν] μέντοι M 9 ἐτράπη ἐξεῖναι]? * | καὶ] * 10 μὲν hinter πάντες Μ 13 οἱ]? * | * etwa <φιλοτιμηθέντες > * 14 ὡς] ὧν U 15 vor πιστεύειν + τὸ U | καινὰς 16 μὴ] οὐ M 17 <ἐπ᾿ > * | δι’ ἧς *] δι᾿ ὧν MU | δειῖ σώζεσθαι U | δεῖν M 18 ἵν’ < Μ | σύμφωνος *] συμφώνως MU 19 εἴη] ἐπὶ Μ 20f lies wohl ἀλήθειαν <τὴν σοφίαν> ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκοῦντα * 21 τὸ δοκεῖν M. 22 ἐπιβαίνοντας M 22f ἁμιλλώμενον aus ἁμιλλωμένων U 23f ὑποδυσάμενος U 25 προβολαῖς Pet. Bonwetsch)

432
καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, * ἐὰν μὴ τις πεφυλαγμένως αὐτοῖς τῶι ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶνς.

ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν δαρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολλάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ.

ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, <δοκεῖ > σοὶ ταῦτα τίθεσθαι;

καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί.

Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀληθείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲ ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες.

οὐκοῦν ἀποξένοτες <εἱ > θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης, ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι κα γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου;

Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον.

Ἀλλ’ ὠφέλιμον. ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστωνν γραμμάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώσκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι;

Πάνυ πολύ, ἔφη.

Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κτάρχεις τοῦ λόγου.

[*](M U 9– 15 = Sacra Parallela Binichst. 413 Holl (= Pa))[*](1 vor ἔξωθεν + at U Ι * etwa ἐξαπατῶσι τοὺς ἁπλουστέρους > * 2 αὐτοῖς Jahn] αὐταῖς M U Ι νεοτέρων U 4 τὸν < M 5 διστάζοντας *] MU Ι δὴ < U 6 κρύπτουσαι *] κρύπτουσι MU 7 <δοκεῖ > *, vgl. S. 433, 28; σὺ ταῦτα τίθεσαι Gataker 8 ἀπεκρίνετο M Ι σοί *] σύ MU 9 πάντας M Pa 10 λέγομεν U Pa Ι λέγομεν εἶναι Pa 12 οὐ] μὴ U 1 γινώσκοντες] λεγόμενοι λεγόμενοι Ι <εἰ > * Ι θέλεις] ὅσα εἰς Μ < Pa 13 αὐτῶν αὐτοὺς Pa Ι τὰ θαυμάζοντα] θαυμάζοντας Pa 14 τοῦτο < U 15 U 16 καὶ] ἢ Pa 17 — 19 καὶ οὐ — ἄριστε < Pa 18 τῷ] τὸ 19 ἀλλὰ U Ι ἔφη MU 19 f γραφῶν U 21 ἀλήθειαν] ἀληθινῶς Pa. 26 ἡγήσωμαι *] ἤγομαι M ἡγήσομαι 2 7 δίκαιον U)
433