Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ οἱ ἁμκρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι »τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ κπάσης ἀκαθαρσίας«. πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐξωοποιημένους, ὥσπερ ὀ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω.

16. Τὸ δέ »ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων« πρὸς αὐτοὺς ἀπορητέον ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. τίς οὖν χρεία τοῖς κολζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν Γέενναν ὂντες κατ᾿ αὐτοὺς φάγονται.

καὶ δεικτέον ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. »ὀδόντας γοῦν ἁμαρτωλῶν«, φη- [*](5 Psal. 140,7 — 6 Psal. 21, 15 — Psal. 6, 3 — 8. 12—Psal. 3,8 M U S) [*](1 ἐφ᾿ ὅσον ἐπὶ τούτοις *]ἐπὶ τὸ ὅσον έφ᾿ οἶς Μ U so uiel wie S [ἐπὶ τὸ ὅσον] ἐφ᾿ ὅσον Bonwetsch | * etwa <ἐπερείδεσθαι>* 3 μὴ <Μ 4 οὐ <,daher der Satz als Frage gefaßt S | εἰ ὁστᾶ] εἰς τὰ Μ | πάντως]etwa? S 5 ἐν τῷ <S | διεσκορπίσθη U 5f ἡμῶν—πάντα τὰ ὁστᾶ <U 6 πάντα <S 8 ὅτι 2 <Μ 9 γε]γὰρ Μ 10 λέγοιεν δ᾿ ἂν] sie sagen aber nun S 11 ὀστέα U γιν όμενοι Μ 12f διαπεφωνήκαμεν] wir sind uerloren gegangen S 13 τῆς ἀναστάσεως τοῦ λαοῦ] der Menschen S 15 σωτῆρος] Ηerrn S 16 τάφοι γέμοντες ὀστέων νεκρῶν] gleich Totengebeinen S | νεκρῶν <U 17 ἑκάστου καὶ] u. jeden uon euch S | ἡμᾶς] euch S 19 τὸ δὲ] u. was er sagt S | ἐκεῖ] wo S 20 εἴς τινα χρείαν] zu ihrem Dienst S 24 κατὰ τὸ κείμενον] nach dem in den Worten Vorliegenden S | γοῦν]γὰρ Μ 24f φησὶν ἁμαρτωλῶν U)

426
σίν, »συνέτριψας« τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος«. τίς δὲ οὕτως ἠλίθιος ὡς ὑπολαμβάνειν ὅτι πηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ θεὸς τοὺς ὀδόντας αὐτῶν μόνον συντρίβει;

ὥσπερ οὖν εἴ τις θέλων ταῦθ᾿ οὕτως ἔχειν θλιβόμενος εἴλκετο ἐπ᾿ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγκρουσμὸν τῶν † ὀδόντων ὧν ἐφρόνησε βρύζει τοὺς ὀδόντας.

τὸ δὲ »φοβήθητε τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν Γεέννῃ« τάχα μὲν διδάσκει ὅτι ἀσώματος ἡ ψυχή, τάχα δὲ καὶ δηλοῖ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν.

καὶ τὸ παρὰ τῷ ἀπ[οστόλῳ δέ »ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα«, θνητοῦ ὄντος τοῦ σώματος καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν ὅτι τὸ σωματικὸν εἶδος περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὄν, »ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν«, καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι »σῶμα θανάτου«, ζωοποιηθὲν διὰ τοῦ πνεύματος τοῦ ζωοποιοπυντος, ἐκ τοῦ <σαρκικοῦ> πνευματικὸν γεγονός.

καὶ τό »ἐρεῖ δέ τις, πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;« γυμνῶς παρίστηυσιν ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται.

εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, τηρητέον ὄτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης καὶ δι᾿ ὅλης αὐτῆς χωρήσας, περιδραξάμενός <τε< αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυ- [*](1 psal. 57, 7 — 7f Matth. 10, 28 — 12 Röm. 8, 11 — 14 Kol. 3, 4 — 15 vgl. Röm 7, 24 — 17 I Kor. 15, 35) [*](Μ U S) [*](1 vor κύριος + ὁ M 3 μόνον < S | συντρίβει μόνον U | εἰ< S 4 ταῦτα U | ἐπ᾿ ἀλληγορίαν] zur jagd S 7 † ὀδόντων] der Ordnungen S; lies wohl φρονημάτων * | ὧν] ὡς U | τὸ δὲ] u. was er sagt S 8 τὴν < U | Γεέννῃ] Feuer S 9 καὶ δηλοῖ*, nach S] δηλοῖ ΜU 10 περὶ ροῦ εἴδους] über die Form d. h. über die Wesensform S 11 καὶ<S | τὸ] τῶ Μ 12 ἡμῶν U 13 ὅτι] ὅπου U 14 ὅν<Μ | ὁ <U 15 ἀπὸ τοῦ εἶναι σῶμα θανάτο] νοn der Sterblichkeit S 16 διὰ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος*] διὰ τὸ πνεῦμα τὸ ζωοποιοῦν Μ U durch den Geist, < τοῦ ζωοποιοπυντος S | ἐκ τοῦ <σαρκικοῦ> πνευματικὸν γεγονός*] ἐκ τοῦ πνευματικὸν γεγοέναι Μ U deshalb weil sie geistig geworden S 17 καὶ τό] und was er sagt, dann aber sagt der Apostel | τις S] < M U 18 ὑποκείμενον] Leib S 19 εἰ γὰρ] οὐ γὰρ Μ | τηρητέον Bonwetsch] τ ρητέον (5 Buchstaben nach τ freigelassen) M ῥητέον U so sollen wir beachten S 20 ἐν τῷ κόκκῳ τοῦ σίτου] im Samen u. im Korn des Weizens S 21 <τε>* nach S | τοῦ αὐτοῦ] lies τοῦ ὅλου?*)

427
νάμεων ἐπιτίθησι τῇ ποτε γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ πυρί, καὶ νικήσας τὰς ἐκείνων ποιότητας μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει καὶ σχήματι καὶ ποικιλίᾳ.

Πρόκλου τοῦ αὐτοῦ.

17. Ἅ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ τῆς ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀκόλουθα ἐφεξῆς.

λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν, ἵν᾿ ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως < ἔχουσα, οὕτως > ὁ λόγος οὗ- τος <συμμετρίαν > λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, ἀλλὰ] μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων.

τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἄτε ἀδυνατοῦντος ἀτρέπτου δι᾿ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζό- | μενος χαρακτὴρ τηρηθήσεται, ἵν᾿ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾗ, παθάπερ ἐλέχθη καὶ Ὠριγένει.

οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τί- θεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ᾿ ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγι<γ> νομένου καὶ νομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ᾿ οὗ καὶ συγκρα- [*](M U (hinter ἀνάγκη Ζ.23 — ß von f. 117r — Quaternionenversetzung; vgl. TU B. 36 H. 2 S. 47) S) [*](1 καὶ4 < U 6 τῆς < U 7 ἐπιδεικνύμενος + εἰς αὐτὸν Μ | vor + εἰσὶ U 8 ἀκόλουθα *, nach S das Folgende] ἀναθεωρῶν Μ U | λείπεται] es ist ihm ötig S 9 πρὸς τοῖς εἰρημένοις < S 10 ἕνα Μ | < ἔχουσα, > *, nach S äßig seiend, so auch | ὁ λόγος οὗτος *] ὁ λόγος ἑαυτοῦ MU diese Verhandlung S 11 <συμμετρίαν> * | <συμμετρίαν> λαβὼν — κατε- σκευασμένος] ganz äßig werde S | ὅλως U | ἀλλὰ] * 12 εἰς σχῆμα] zur üte u. Gestalt S | γραφαὶ + <λέγουσι > 11. dann συνᾴδουσαι? * 13 πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος] zu besserem Wandel S 14 φραστέον] πλαστέον Μ | ταῦτας(!) U | παρακόπτων] lies παραπίπτων? * 15 τοῦ δέοντος] das ändnis S | ἀκριβῶς < S 16 ἅτε] ἀπ᾿ Μ 17 vor αὐτὸς + ὁ 18 ἕκαστος] ἔκδετος Μ 19 Ὠριγένη Μ 21 ἐὰν τὸ βραχὺ] auch nicht eine kleine Stunde S | τὸ] τῶ Μ 22 χαρακτηριάζον Μ)

428
τεῖται τὸ σχῆμα, ἀνάγκή, φησί, τὴν ἀναστασιν ἐπὶ μόνου τοῦ εἴδους φῴζεσθαι δεῖν προσδοκᾶν.

καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι.

ἤδη γὰρ πάντως ἑώρακας δέρμα αῴου η ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οὗον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς κὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι.

φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὅ εἰσρεῖ καὶ ἀπορρεὶ τὸ ὕδωρ.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ἐφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωτον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν > ἀεὶ δικσῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὑδωρ ἐπὶ τῆς εἰκόνς, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ [*](M U S) [*](1f σῴζεσθαι < S 2 δεῖ U < S | οὐ μανθάνω *, vgl. S. 435, 1] καὶ λανθάνει M οὐχ ἀεὶ μανθάνει U < S | σκοτεινῶς] σκοπεῖν ὡς M 3 γὰρ < διέλαβεν] δὲ ἔλαθεν M | ὠδε < S | τούτων] τοῦτον U 4 πάντως] παντὸς S | τι < M τοιοῦτον U < S 5 ὅπως S < 7 φέρε] lies viell. (wegen εἰ μὴ Ζ. 0) * 9 ἀνάγκη τοιοῦτο U 10 τὸ πρότερον *, nach S das ühere] τὸ πᾶν M U | τὸ εἶναι καὶ < S | τὸ αὐτὸ < S | περὶ ὃ περιθεὶς ῥεῖ U 13 ὑπεξωθεισῶν M 14 vor ἂν + οὑν M 15f κατὰ τὰ ἕτερα] einem andern Glied S 16 τούτοις] ebensoriel S 16f οὐκ οὐσῶν — ὑποκει- μένων] ährend nicht dasselbe Fleisch ist 8 17 ἐν αὐτῷ] ἐν ταυτῶ U | τῶν — ὑποκειμένων < S | πρῶτον *] πρώτων M U 18 προσγινόμενα U | εἰ ἐσμὲν S | οἱ αὐτοὶ] ἐν αὐτοῖς M | ἐπὶ U 19 τῷ3 U 20 vor μᾶλλον + οὐν U | τότε < S κατὰ < M 21 < καὶ> * | ἀεὶ < S 22 < S | εἶδος + schien S 23 προσγινόμενον U 24 καὶ ἀπογιγνόμενον < vor ὥσπερ + und S | νῦν < S)

429
καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αυτω.

18. Καὶ ταῦτα μὲν οῦν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοκῦς.