Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14.Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατὰ ταὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχρίων παράδοσιν καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, παδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων.

τοῦτο οὖν εἰς τὸν τόπον τοῦτον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὤςπερ τὰ τῶν ζᾠων, τὸ ὑλικὸν ὑποκείμενον οὑδέποτε ἔχει ταυτόν.

διάπερ οὐ κακῶς ποταμὸς ὡνόμασται τὸ σῶμα, διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἠμερῶν τὸ πρῶτον ὑποκείμενον ταὐτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν, καίτοι γε τοῦ οἱονεὶ Παύλου ἣ Πέτρου ἀεὶ τοῦ αὐτοῦ ὅντος, (οὐ[τοῦ] κατὰ ψυχὴν μόνον, ἦς ἡ οὐσία οὔτε ῥεῖ καθ᾿ ἡμᾶς οὕτ᾿ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾖ ἡ φύσθς τοῦ σώματος, τῷ τὸ εἶδος τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶνα,

ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστήνοντας, καθ᾿ ἣν ποτότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σὡμασι καὶ ἄλλα τινὰ ἰδιώματα, <ὡς> φακοὶ καὶ ἑπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον·

τοῦτο τὸ εἶδος, καθ᾿ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, [ὃ]ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ πρεῖττον μεταβάλλον, οὐ πάντως τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον.