Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὥσπερ δὲ τὸ εἶδος <ταὐτόν> ἐστιν ἐκ βρέ- [*](1 Μatth. 8, 12-2 Matth. 10,28 - Röm. 8,11 M U S) [*](1 [ὠς]* 2 τό]das er sagte S | ἀπωλέσαι U 3 τὸ] τῶ U | ἐν τῷ Παύλῳ] im Sendschreiben des Faulus S | ἡμῶν U 3f διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα U 4 ἐν ἡμῖν U 5 κατὰ ταὐτὸν] κατ᾿ αὐτὸν U diesem gemäß S | τούτοις <S 6 τε <Μ 7 μὴ<U 9 τοῦτον <ΜU 10 ἀποκρινούσης u 11 τῶν ζᾠων] der übrigen Geschöpfe S 12 κακὸς U 13 διότι] διὸ Μ 14 οἶον ἢ U 15 [τοῦ] * |μόνον Jahn] μόνου Μu | ἦς<Μ 16 οὔτε ῥεῖ]ὑστερεῖ Μ<S | ποτέ] μήποτε δὲ (nach vorher gesetztem Punkt) M uann aber nun S | ᾖ Jahn] ἦν ΜU 17 τὸ χρρακτηρίζον τὸ σῶμα] τοῦ χαρακτηρίζοντος σῶμα Μ 18 τοὺς τύπους] αὐτὸς τύπους Μ | τοὺς τὴν] εἰς τὴν u 20 <ὡς>* |φάσκοι Μ 21 εἴ τι<Μ 21f ὁ Παῦλος καὶ ὁ Πέτρος Μ 22 [ὅ] Μendelssohn | πάλιν <S 23 τόδε τὸ Βοnwetsch nach S] τόδε τι Μ τόδε ἔτι u | ἐκτεταγμένον] ἐντεταγμένον U 24 ὐποκίμενον] Αlter S; vgl. zu S. 424, 12 | <τάὐτὸν> Rufin)

424
φους μέχρτ τοῦ πρεσβυτέρου, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν, οὕτως νοητέον καὶ τὸ ἐπὶ τοῦ παρόντος εἶδος ταὐτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς.

ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις.

καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς·

οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ᾿ ὃ ἦν.

15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶντον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον.