Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

13. Kαὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται·

οἷον ἐν τῷ Ἰεζεκιήλ »καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ. καὶ ἱδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἱδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με.

υἰὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὁστᾶ ταῦτα; καὶ εἶπον. κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ εἶπε πρός με. προφήτευσον, υἱὲ ἀνθρώπου.

καὶ ἐρεῖς πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωαΐ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὐμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρακας καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς καὶ ζήσεσθαε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος«.

τούτῳ μὲν οὖν <ὡς> πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ <συλ>λέγουσιν [*](14-21 Ezech. 37,1-6 M U S Epiph. 1 (bis Z. 1 σῶμα)) [*](1 * <καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις <εἰς> ἰδρῶτας ἢ οἵαν δήποτε ὕλην> Εpiph.1 | τὸ] τῶ Μ τὰ Epiph.1 (U) | ἠμῶν <S | ἀνίστασθαι Epiph.1 | ἠπορήσαμεν Μ προηπορήσαμεν S 2f εἰς τὸ ἠμέτερον] oben gesagt S 4 vor ἐν τοῖς + καὶ U 4f οἰωνοῖς καὶ<S 5 καὶ2 <M U | γίγνονται U 6 ἐτέρων ζᾠων ἢ ἀνθρώπων S | ἀντιμεταβάλλει U 7 γίνεται Μ | ἐτέρων ζᾠων ἢ ἀνθρώπων S | καὶ] aber S 7f γινομένου Μ 8 πολλάκις <S | γενέσθαι Μ γίνεσθαι U 9 μέρος] Leib S 9f φλυαρίας ἡμᾶς U 10 ἀλόγους U 11 ταύτας + πάσας S | δυνατὰ εἶναι U 13 oἶον<S 15 ἀνθρώπων U 16—23 καὶ περιήγαγε—ἐφ᾿ ὐμᾶς δέρμα <S 16 κύκλωθεν U 17 σφόδρα Μ 18 ὀστέα U 19 ἐρεῖς] εἶπον U 22 ἐφ᾿ ὑμᾶς1]εἰς ὑμᾶς U 24 εἰμὶ<Μ 25 <ὡς>* | πιθανοτέρω Μ 25 <συλ>λέγουσιν*, nach S fügen sie diesen bei] λέγουσιν ΜU)

423
εὐαγγελικά, οἶον [ὡς] τό »ἐκεὶ ἔσται ὁ κλαυρμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων« καὶ τό »φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεεννῃ« καὶ τὸ ἐν τῷ Παὐλῳ »ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«.