Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πεφιλοτίμηται γὰρ παῤ αὐτοῖς οὐχ ἡ ἁγνεία, ἀλλ᾿ ὑποκριτικὴ μὲν ἁγνεία τῷ ὀνόματι καλουμένη, φιλοτίμησις δὲ ἕως τοῦ μὴ ἐγκυμονῆσαι τὴν ὑπὸ τοῦ δοκοῦντος * ἐφθαρμένην γυναῖκα, ἢ κατὰ τὸ μὴ παραστῆσαι τεκνογονίαν ἐν τῷ κόσμῳ ἢ ἵνα μὴ φωραθῶσιν ὑπὸ ἀνθρώπων, βουλόμενοι ἐν τιμῇ εἶναι διὰ τὴν νομιζομένην παῤ αὐτοῖς τῆς ἁγνείας ἄσκησιν·

ὅμως τοῦτο αὐτῶν ἐστι τὸ ἔργον, ἕτεροι δὲ αὐτὸ τοῦτο φιλοτιμοῦνται τὸ μυσαρὸν ἐπιτελεῖν οὐχὶ διὰ γυναικῶν, ἀλλὰ καὶ ἑτέροις τρόποις, ἰδίαις χερςὶ μολυνόμενοι.

καὶ ὡσαύτως μιμοῦνται τὸν προειρημένον υἱὸν τοῦ Ἰούδα, τὴν γῆν ταῖς ἀθεμίτοις αὐτῶν ἐργαςίαις καὶ μυσαραῖς σταγόσιν ἐπιμολύνοντες καὶ ποσὶν ἑαυτῶν τὰς ῥύσεις ἑαυτῶν ἀνατρίβοντες ἐν τῇ γῇ, ἵνα μὴ δῆθεν ἁρπαγῶσι τὰ αὐτῶν σπέρματα ὑπὸ ἀκαθάρτων πνευμάτων εἰς ὑποδοχὴν ἐγκυμονήσεως δαιμόνων.

2. Κέχρηνται δέ, ὡς ἔφην, διαφόροις γραφαῖς παλαιᾶς καὶ καινῆς διαθήκης καὶ ἀποκρύφοις τισί, μάλιστα ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου καὶ τῶν ἄλλων. ἤδη δὲ κἀκεῖνοι αὐτοὶ ἐκαυχήσαντο πολλάκις πεπαρρησιασμένως τοῦτο ἐπιτελεῖν.

κατηγοροῦσι δὲ δῆθεν [*](6 vg. Gen. 38, 9 – 21 f vgl. haer. 26, 13, 4f; I 293, 1 ff – 26 über die Andreasakten vgl. zu haer. 47, 1, 5; II 216, 5) [*](M U) [*](1 αὐτῶν M 3 πεφθαρμένοι U 5 σεμνώτερον U | Αὐάνου M 6 συνῆπτο M 7 σπέρματος *] παιδοπούας M U 9 <αὐτὸς>* 10 * etwa <μοναζούσαις>* 11 vor ὑποκριτικὴ + ἡ M 13 ὑπὲρ M | * etwa <ἀσκητοῦ>* 14 ἢ <Μ 16 αὐτῶν] αὐτὸ Μ 17 μυσερὸν Μ | οὐ Μ 18 ἑτέροις] ἄλλοις U 19 μιμοῦνται < Μ 20 μυσεραῖς Μ 22 δῆθεν < U | ἑαυτῶν U 23 δαιμόνων < U 26f πολλάκις + ὡς U)

400
τῶν ἐν τῇ ἐκκλησίᾳ τὰς ἀγαπητὰς λεγομένας συνεισάκτους γυναῖκας κεκτημένων, ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, κρυφῆ <δὲ> διὰ τὴν τῶν ἀνθρώπων αἰδῶ, ἵνα * μὲν τῇ πονηρίᾳ συνάπτωνται, τῷ δὲ προσχήματι τῶν ἀνθρώπων ἕνεκα τὸ ὅνομα σεμνύνωνται.