Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διελέχθησαν δὲ ἡμῖν καί τινες περί τινων προτελευτησίντων καὶ δῆθεν ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, ὡς ἀπὸ τῶν βεβιασμένων ὑπ᾿ αὐτῶν γυναικῶν ἀκηκοότες.

ἐν οἶς καὶ ὄνομα ἐπισκόπου εἰς μέσον ἔφερον, ἐν πόλει μικρῇ τῆς Παλαιστίνης τὸν τοῦ ἐπισκόπου κλῆρον ἐπὶ ἰκανοῖς ἔτεσι διοικήσαντος, ἐσχηκότος δὲ τοιαύτας γυναῖκας ἐξυπηρετουμένας αὐτῷ, φημὶ δὲ συνεισάκτους. ἀλλὰ καὶ ἐξ ὁμολογητῶν αὐτὸν τὸν τοιοῦτον ὄντα οἵδαμεν.

ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτρπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ.

ἡ γὰρ αἰτία ἠ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ᾿ ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐῷ γυναικόςλ (καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης) εἰπάσης αὐτῷ τὴν τῆς κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν.

3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐτῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη.