Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ὠριγένιοί τινες καλοῦνται, οὐ πανταχοῦ δὲ τοῦτο γένος ὑπάρχει, καθεξῆς δὲ οἶμαι τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλουμένη <ἀνεφύη>.

καλοῦνται δὲ Ὠριγένιοι, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα· εἰ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου καλουμένου τοῦ συντάκτου ἢ ἄλλου τινὸς <ἔλαχον τὸ> εἶναι, ἀγνοῶ. ὅμως τοῦτο τὸ ὄνομα κατειλήφαμεν.

Ἡ αἵρεσις δέ, <ἢ> παῤ αὐτοῖς νομι[σ]τεύεται, ὥσπερ ἀπεικαζομένη μένη τῇ τοῦ Ἐπιφάνους <τοῦ> ἄνω μοι προδεδηλωμένου ἐν ταῖς κατὰ τοὺς Γνωστικοὺς αἱρέσεσι. γραφὰς δὲ οὖτοι ἀναγινώσκουσι διαφόρους καινῆς καὶ παλαιᾶς διαθήκης. ἀθετοῦσι δὲ γάμον καὶ οὐ παύεται ἀπ᾿ αὐτῶν ἡ λαγνεία. τινὲς δὲ ἔφασαν αὐτὴν περὶ Ῥώωμην καὶ Ἀφρι- [*](17f συντάκτου] vgl. Suidas II 1; 1282, 17 Bernhardy ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία u. dazu Hieronymus c. Rufin. I 9; Migne 23, 404A pro eruditione qua polles et inclytus συντάκτης in occidente laudaris – 21 vgl. haer. 32, 3, 2ff; I 441, 19ff) [*](M U) [*](2 ἔστιν + τὸ U 3 <εἶς θεός> * καὶ <U 5 ὥσπερ Μ 8 πάλιν <U 9 <ὅπως> * 10 ἑκάστης Μ | * <διηγήσασθαί τε> * 11 βοηθηθῆναι U | Unterschrift κατὰ Σαβελλιανῶν μݲβݲ ἡ καὶ ξݲβݲ U 12 Überschrift: κατὰ Ὠριγενιανῶν τῶν πρώτων καὶ τῶν (τῶν καὶ U) αἰσχρῶν μݲγݲ ἢ καὶ ξݲγݲ Μ U 14 καλοῦνται τινὲς U | πανταχοῦ] παντὶ U 16 <ἀνεφύη> * 17 εὶ *] ἢ Μ U 18 <ἔλαχον τὸ> * 20 <ἣ> * | νομι[σ]τεύεται * 21 <τοῦ> * | ἄνω μοι] ἀνόμου Μ 24f τινὲς – γεγενῆσθαι < U; wohl vom Rand her an die falsche Stelle geratener Satz; hinter κατειληφαμεν Ζ. 19 einzuschieben ?)

399
κὴν γεγενῆσθαι.

μολύνουσι δὲ ἑαυτῶν τὸ σῶμα καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ἐν ἀσελγείᾳ. οἱ μὲν γάρ εἰσι προσχήματι μοναζόντων, αἱ δὲ σὺν αὐτοῖς οὖσαι προσχήματι μοναζουςῶν. ἐφθαρμένοι δέ εἰσι τοῖς σώμασι, τὴν μὲν ἐπιθυμίαν αὐτῶν ἐκτελοῦντες, τῷ δὲ ἔργῳ κεχρημένοι (ἵνα σεμνότερον εἴπω) τοῦ υἱοῦ τοῦ Ἱούδα τοῦ Αὐνᾶν καλουμένου.

ὡς γὰρ ἐκεῖνος τῷ σώματι μὲν τῇ Θάμαρ συνήπτετο καὶ τὴν ἐπιθυμίαν ἐξετέλει, εἰς καταβολὴν δὲ σπέρματος κατὰ τὴν ὑπὸ θεοῦ δοθεῖσαν παιδοπούαν οὐκ ἐτελεσιούργει, ἀλλὰ ἑαυτὸν ἠδίκει, ᾧ τρόπῳ <αὐτὸς> τὸ πονηρὸν εἰργάζετο, οὕτω καὶ οὗτοι κέχρηνται μὲν ταῖς νομιζομέναις *, τελοῦντες ταύτην τὴν ἀθέμιτον ἐργαςίαν.