Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τί οὖν ἦν ὁ ἐν οὐρανᾦ ἀλλὰ ὁ Λόγος ὁ ἀπ᾿ οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ <ἐν> οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὤν καὶ ἀναλλοίωτος.

Λόγος γὰρ ἦν, θεὸς ἦν ἄεί, πνεῦμα ἦν, δύναμις ἦν, ὅς τὸ κοινὸν ὄνομα κα]παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώπου, υἱὸς ὤν θεοῦ·

καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ Δανιὴλ ἔφη »εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν«.

διὸ δικαίως ἐν οὐρανῷ <ὄντα> τῷ ὀνόματι τούτῳ τὸν Λόγον, <ὅν> εἶδε πνεύματι [*](1ff vgl. Hippolyt c. Noët. 4; S. 46, 26 ff Lagarde τί οὖν ζητεῖ παρὰ τὸ εἰρημένον; μήτι ἐρεῖ ὅτι ἐν οὐρανῷ σὰρξ ἦν; ἔστιν μὲν οὖν σὰρξ ἡ ὑπὸ τοῦ λόγου τοῦ πατρῴου προσενεχθεῖσα δῶρον, ἡ ἐκ πνεύματος καὶ παρθένου, τέλειος υἱὸς θεοῦ ἀποδεδειγμένος. πρόδηλον οὖν ὅτι αὐτὸς ἑαυτὸν προσέφερεν τῷ λόγος ἄσαρκος, ἀποσταλεὶς ἵνα δείξῃ αὐτὸν ἐπὶ γῆς ὄντα εἶναι καὶ ἐν οὐρανῷ; λόγος σὰρξ ἦν, λάμβανε εἰς ἑαυτόν, τοῦτο καλούμενος ἀπ᾿ ἀρχῆς υἱὸς ἀνθρώπου διὰ τὸ μέλλον, καίτοι μήπω ὤν ἄνθρωπος, καθὼς ὁ Δανιὴλ μαρτυρεῖ λέγων »εἶδον καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενον ὡς υἱὸν ἀνθρώπου«. δικαίως οὖν ἐν τῷ οὐρανῷ ὄντα ἔλεγεν τούτῳ <τῷ> ὀνόματι, τοῦτο ἀπ᾿ ἀρχῆς ὄντα, καλεῖσθαι ἀπ᾿ ἀρχῆς λόγον θεοῦ — 19 Dan. 7, 13.) [*](M U) [*](4 κατελθόντα U | ἐπειδὴ] ἐπεὶ δὲ Μ | ἐν < Μ 5 καὶ < Μ | τελειὡσας *] ἐτελείωσε Μ U 7 τὸν ἄνωθεν φάσκει Μ 9 ἀλλὰ πνεῦμα, σὰρξ < U | γέγονεν] ἐστιν U 12 ἕνωσιν] ἑνότητα Μ 13 συνηνωμένην + ἔχων Μ | <ἐν> Dind. | οὐρανοῦ U | 15 ὅς] ὡς Μ 17 προωνομάζετο *] προωνομάζεται Μ προὼν νομάζετο U | οὔπω + ὅ Μ 20 <ὄντα> * | <ὅν> *)

355
ἁγίῳ, ὁ προφήτης υἱὸν ἀνθρώπου ἐκάλει, τὸ <μέλλον> πρὶν γενέσθαι ἀταθεωρῶν καὶ πρὶν τοῦ ἐν σαρκὶ γενεσθαι υἱὸν ἀνθρώπου ἀποκαλῶν.

διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ μονογενὴς φάσκει »ὁὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν. εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου«· οὐχ ὅτι δὲ ἄνω ἦν σάρξ, ἀλλὰ <ὅτι> ἄνωθεν κατήρχετο, τούτῳ τῷ ὀνόματι μέλλων καλεῖσθαι.