Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Ἀλλὰ τί ἐστιν ὅ ἐρεῖς. ὦ οὗτος, ὅτι »οὗτος, φησίν, ὁ θεος ἡμῶν, καὶ οὐ λογισθήσετα ἄλλος«. καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεός«.

θαυμαστῶς [<δὲ> διηγεῖται· οὗτος γὰρ ὁ ὤν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός.

οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων »ὅ ἦν ἀπ᾿ ἀρχῆς. ὅ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαρεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν«, καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει »ὁ ὤν ἀπ᾿ ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ«.

καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, καὶ <τὸν παρτέρα> ἀκριβῶς ὑπετίθετο.

ἐπὶ πάντας μὲν οὖν ὤν θεός, [*](3 Joh. 3, 13 — 7f vgl. Hippolyt c. Noët. 5; S. 47, 8ff Lagarde ἀλλὰ τί μοι, φησίν, λέγει ἐν ἑτέρῳ »οὗτος ὁ θεός, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν«; καλῶς εἶπεν — 7 Bar. 3, 36 — 8 ff vgl. Hippolyt c. Noët. 6; S. 17, 26ff Lagarde ὅ δὲ λέγει ὁ ἀπόστολος »ὧς οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς [ὁ] κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεὸς εὐτογητὸς εἰς τοὺς αἰῶνας« καλῶς διηγεῖται. καὶ λαμπρὸν τὸ τῆς ἀληθείας μυστήριον· οὗτος ὁ ὤν ἐπὶ πάντων θεός ἐστιν· λέγει γὰρ οὕτω μετὰ παρρησίας »πάντα μοι παραδέδοται ὑπὸ τοῦ πατρός«. »ὁ ὤν ἐπὶ πάντων θεὸς εὐλογητὸς« γεγέν <ν*> ηται καὶ ἄνθρωπος γενόμενος θεός ἐστιν »εἰς τοὺς αἰῶνας«. οὕτως γὰρ καὶ Ἰωάννης εἶπεν »ὁ ὤν καὶ ὁ ἦν καὶ ὁ ῤχόμενος ὁ θεὸς ὁ παντοκράτωρ«. καλῶς εἶπεν παντοκράτορα Χριστόν. τοῦτο γὰρ εἶπεν ὅτι καὶ αὐτὸς μαρτυρήσει ὁ Χριστός. μαρτυρῶν γὰρ Χριστὸς ἔφη »πάντα μοι παραδέδοται παρὰ τοῦ πατρός« καὶ <ὅτι *> πάντων κρατεῖ, παντοκράτωρ παρὰ πατρὸς κατεστάθη Χριστός — 9 Röm. 9, 5 — 12 Matth. 11, 27 — 13 Joh. 1, 1 — 15 Apok. 1, 8 — 18ff vgl. Hippolyt c. Noët. 6; S. 48, 20ff Lagarde τοῦτο γὰρ χριστὸς ἔφη. ὅς ἔν τῷ εὐκγγελίῳ καὶ πατέρα ἴδιον καὶ θεὸν ὧμολόμησεν. λέγει γὰρ οὕτως »ὑπάγω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶι«. εἰ οὖν Νόητος τολμᾷ λέγειν αὐτὸν εἶναι τὸν πατέρα, πρὸς ποῖον πατέρα ἐρεῖ πορεύεσθαι Χριστὸν κατὰ τὴν εὐαγγελικὴν φωνήν:) [*](Μ U) [*](1 ἀνθρώπου] ὑψίστου U | <μέλλον> * 5 <ὅτι> * 6 ὀνόματι *] λόγω Μ U 7 ὁ < Μ 8 καὶ 2 < U 9 Χριστὸς] υἱὸς Μ 10 <δὲ> * 13 γὰρ < U 14 ἀκηκόαμεν U 17 ἐν τῷ γὰρ εἰπεῖν *] καλῶς γὰρ εἶπε M U | ἀπὸ U 18 <τὸν πατέρα> * | ὤν] ὡς Μ 23*)

356
ἔχων δὲ δἴδιον αὐτοῦ πατἰρα, * ἐν τῷ λέγειν »ἀπέρχομαι πρὸς τὸν πατέρα«. εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε;