Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἀγίᾳ κὰι ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγία ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἀγίῳ λέγει »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἠμέραις ἐγερῶ αὐτόν«,

διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ <ὁ> θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἔνα τελέσας, ὠς λε;γει »ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ«.

[*](2— 5 Röm. S, 11 — 9 ff vgl. Hippolyt c. Noët. 4; S. 46, 18 ff Lagarde τὸ δὲ εἰιπεῖν ὅτι »ἐν σοὶ ὁ θεός ἐστιν« ἐσείκενυεν μυστήριον οἰκονομίας, ὅτι σεσαρκωμένου τοῦ λόγου καὶ ἐνανθρωπήσαντος ὁ πατὴρ ἦν ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, ἐμπολιτευομένου τοῦ υἱοῦ ἐν ἀνθρώποις. τοῦτο οὖν ἐσημαίνετο, ἀδελφοί, ὅτι ὄντως μυστήριον οἰκονομίας ἐκ πνεύματος ἁγίου ἦν οὗτος ὁ λόγος καὶ παρθένου, ἕνα υἱὸν θεῷ ἀπεργασάμενος. τοῦτο δὲ οὐκ ἐγὼ λέγω, ἀλλ᾿ αὐτὸς μαρτυρεῖ ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. οὕτω γὰρ λέγει »οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ«. — 15 Joh. 2, 19 — 20 ff JOh. 3, 13 M U)[*](1 ἐξ αὐτοῦ < Μ ὅν *] ὃς Μ U 3 f οἰκεῖ ἐν — ἐκ νεκρῶν < Μ 4 ζωοποιήσει U 8 ἐκεῖ γὰρ *] εἰ γὰρ Μ εῖτα U | <ἐγὼ> * 9 τὸ δὲ Dind. öh.] ὁ δὲ M U | <deqiknysin> * 11 ἐν 2 < U | <κατοικοῦσα> *, vgl. Z. 15 | προεορᾶτο U 12 τόν < Μ 13 θεὸς < U 14 [τουτέστιν]* 15 ἐπὶ τῷ *] ἐν M U 16 τὰ πάντα μυστικῶς Μ 17 <ὁ> * |ἀποστόλοις Μ | πατρός] πνεύματος U 18 πνευματικῆς < U | σάρκα *] καὶ Μ U 19 ὁ < Μ epiphanius 11. 23)
354

8. Τϊ οὖν ἐρεῖ Νόητος ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; δῆλον ὅτι οὐκ ἦν. πῶς οὖν ὁ καταβὰς ἐξ οὐρανοῦ αὐτός ἐστιν καὶ ὁ ἀναβάς; ἀλλ᾿ ἵνα τὸν ἐλθόντα Λόγον σημάῃ οὐ κάτωθεν ὄντα, ἀλλ᾿ ἄνωθεν κατελθόντα, ἐπειδὴ ἐνηνθρώπησε ἐν σαρκί, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἐκ πνεύματος δὲ καὶ σαρκὸς τελειώσας τὴν αὐτοῦ οἰκονομίαν,

διὰ τοῦτο μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἐνανθρωπήσεως φάσκει τὸν ἄνωθεν ἥκοντα ἄω ἀνιέναι ἐν τελειώσει θεότητος.,

καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ, ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθόνου, ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὅς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ.