Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι »δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾖ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθει«. ὁ δὲ λέγων »πάτερ, δόξασόν με« οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει.

πάλιν δὲ ἐν ἄλλῳ τόπῳ »ἦλθε φωνὴ ἀπ᾿ ούρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«. καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε«, οὐδὲ πάλιν »γέγονα υἱάς«, ἀλλά » οὖτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«.

καὶ τῷ εἰπεῖν »ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«, οὐκ εἶπεν »ἐγὼ καὶ ὁ πατήρ μου εἶς εἰμι«, ἀλλά » ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«. τὸ δὲ »ἐγὼ καὶ ὁ πατήρ«, ὅντος τοῦ ἄρθρου τοῦ »ὁ« καὶ τοῦ »καί« ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν.

4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος »ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας«. πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό »ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται«. οὐκ εἶπεν »ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι«, ἀλλὰ ἀπὸ τοῦ »ἐγώ« καί »έκείνος« ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.