Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ᾿ οὖπερ γεγέννηται.

εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ.

ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὖτοι δοξάζουσιν, ἀλλ᾿ ὡς ἡ ἀλήθεια διὰ τῆς θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων· »ἰδοὐ, συνἠσει ὁ παῖς μου ὁ ἀγαπητός, ὄν ᾐρέτισα, ὄν ἠγάπησεν ἡ [*](1 Röm. 9,5 — 13ff vgl. Hippolyt c. Noët. 3; S. 45, 4ff Lagarde ὁρᾶτε, ἀδελφοί, τῶς προπετὲς καὶ τολμηρὸν δόγμα παρεισήνεγκαν, ἀναισχύντως λέγοντες· αὐτός ἐστι Χριστὸς ὁ πατήρ, αὐτὸς υἱός, αὐτὸς ἐγεννἠθη, αὐτὸς ἔπαθεν, αὐτὸς ἑαυτὸν ἤγειρεν. ἀλλ᾿ οὐχ οὔτως ἕχει· αἱ μὲν γραφαὶ ὀρθῶς λέγουσιν — 24 Jes. 42, 1 Matth. 12, 18) [*](M U ) [*](1 φάσκων <U | ὦν 1] ὡς Μ 2 δὲ + <τοῦτο>?*, vgl. Hipp. 3 τοῦτον τὸν] τὸν αὐτὸν?* 5 μονοτύπως + <εἰσηγησάμενος>?* | θεὸν <U 11 * <ἐρρωμένον>* 13 ἔμπλεως, ο νοη erster Hand U | φαίνεται U 14* <μεστὴ>* 15 τὸν 1 <Μ | ἀπὸ U 16 καὶ εὐλόγου < U 18 που*] τοῦ MU | ἀφ᾿ οὖ U 18—20 εἰ δὲ πατὴρ—ἐκ πατρὸς γεγέννηται <Μ 19 δὲ *] γὰρ U 21 ἀκατορθότου Μ | ἔστιν < U 24 παῖς] υἱὸς U)

348
ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ᾿ αὐτῷ«.

καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι σύσει υἱόν, ἐφ᾿ ᾦ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν.