Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ πάλιν »τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ έμοῦ λαμβάνον«, ἴνα δείξῃ ένυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.

καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ᾿ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ένδυσαμένου μένου σῶμα.

διὰ δὲ τὸ μὴ ηομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν [*](3 Joh. 17, 5 — 6 Matth. 17, 5 — 9ff vgl. Hippolyt c. Noët. 7; S. 48, 27 ff Lagarde ἐὰν δὲ λέγῃ· αὐτὸς εἶπεν »ἐγὼ καὶ ὁ πατὴρ ἔν ἐσμεν«, ἐφιτανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὄτι ἐγὼ καὶ ὁ πατὴρ ἔν εἴμν,ἀλλὰ ἔν ἐσμεν· τὸ γάρ »ἐσμέν« οὐκ ἐφ᾿ ἑνὸς λέγεται — 10 Joh. 10, 30 — 14 Joh. 16, 7. 13 — 16ff vgl. Ancortus c. 81, 9; I 102, 16ff — 18 Joh. 15, 26; 16, 13. 14 — 21ff vgl. Ancoratus c. 81, 7; I 102, 6ff c. 117, 3; I 145, 8ff — 22 vgl. Matth. 3, 13ff) [*](1 f μὲν φωνὴ U 2 δείκνυσι *] δεικνύουσα Μ U 3 f ἐν τῇ δόξῃ ᾖ] ἐν ἦ δόξη U 6 τόπῳ + <φησίν>?* | vor οὖτος + ὄτι U 7 ἀκούετε U 9 τῷ *] τὸ M U | αευ 2 <Μ 12 τοῦ 1 ] αὐτοῦ Μ | »ὁ« καὶ τοῦ <Μ 15 πολὺ] ποῦ Μ 18 τὸν <Μ 19 καὶ <U 20 λαμβάνον *] λήψεται Μ U | τὸν πατέρα ἐνυπόστατον Μ | vor ἐνυπόστατον 2 + καὶ Μ 21 καὶ 2 < U 24 γε < Μ | μήτε *] μὴ Μ U 25 συναλοιφὴν *] συναληφὴν Μ συναλιφὴν U)

349
υἱόνκ, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ἀπτάνεσθαι φύσει ἐνυπόστεατον τὸ πνεῦμα.

πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἠ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἤ ἔμφασιν, ἄρα γοῦν ἐκβλητίαι εἰσὶν αἱ γραφαί, αἱ πάντηῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα.