Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγσάμενος, οὖτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτόπως, τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἄγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος.

οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὖτος ὁ Νόητος καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι.

3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεέυματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται.

τὀλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ᾿ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες.