Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει· ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον <καὶ> διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις.

ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα. τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί.

πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρηυμένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι.

περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ᾿ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων.