Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ςῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν <αὐτὴν> περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ᾿ ὅλως ὑπάρχει ὅρασις.

ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων.

ἐὰν δὲ λαθὼν ἐν τῷ Ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀἐρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν.

οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας <οὔσης> αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ [*](9 doe Adamianer sonst nur noch bei dem non Epiph. abhängigen Theodoret (haeret. fab. I 6) erwähnt. Theodoret vermengt jedoch mit dem Bericht des Epiph. die Nachrichten des Clemens Al. (strom. III 30, 1; II 209, 29 ff Stählin) über Prodicus) [*](M U ) [*](4 νομίσαντες *] νομίσας Μ U 5​f περιωδινία Μ περιοδυνία U 6 μακροείκελλον είκελλον U 8 Unterschrift: κατὰ τῶν μὴ δεχομένων τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν οἷς ἀλόγων ὄνομα ἐπεθήκαμεν Μ 9 Überschrift: καταδαμιανῶν(!) τριακοστῆ δευτέρη ἢ καὶ νݲβݲ ἡ καὶ νݲβݲ U 10 ἀσφάλακα U | κάτω] καὶ τῶ Μ | ἐμφωολεῦον Μ 11 ῥῆττον *] ῥήττειν Μ ὀρύττει U | τε < U | μυχετάτοις Μ μυχοτάτης U | αὐτῆς] τῆς γῆς Μ | ἔχον *] ἔχειν Μ U | ἑαυτοῦ < U 12 πάντα + <τὸ εἶδος>? * | τοῦ] αὐτοῦ Μ | ὑπάρχειν Μ 13 κυνὸς] τινὸς Μ | ἐκριζοῖ *] ἐκρίζοῦν Μ U 15 πάντα] τὰ U 16 κρομύων Μ | σκόρδων Μ 17 κρίνων] κίννων Μ | λαθὸν U | ῥήττειν] ὀρύττειν U 20 οὓτω Μ 21 <οὔσης> *)

312
ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν <φημὶ δὲ> τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται.