Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει. οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν [*](Ö 114) ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, <πένθος μὲν> ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων.

2. Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας (οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων, συνελεύσεις) ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων.

ἐν [*](Μ U) [*](1 ἀνοηταίνει Μ | ἑαυτῇ] ἑαυτῶ U 2 τέμνει U | <φημὶ δὲ> * 5 <καὶ> * 6 ἀορασίαν] ἀκρασίαν U | [καὶ] * | εὑρίσκων Μ 7 οὕτως *] ὡς Μ U | τοῦ < Μ 9 οὔτε μὴν] ἢ U 11 παρεικάσαμεν + ἐν Μ 12 φαινόμενοι U 16 ζιζανίων] ζηζανιωδῶς U 17 ἤτοι . . . ἤτοι Μ 18 ἀκηκοότι *] ἀκηκοότες Μ U 20 εἰ ἔτι Dind.] ἦτε Μ ἢ ἔτι U 22 δὲ1 < U | γὰρ τὰ δύο < U 23 <πένθος μὲν> * | ἐνοίκησεν U 25 τι *] τὸ Μ U 28 σπήλυγγας] σπηλυπᾶς, dazu Verweisungszeichen, aber keine Verbesserung M 29 lies οἰκοδομεῖνε? * 30 ἔθμην U | θάλπος Μ | συναγωμένων U)

313
δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ᾿ αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην.

εἰσὶ δὲ πάντες παρ᾿ αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν.