Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

35. Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παραδολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι·

ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ.

φθάνει δὲ καὶ ἐπ᾿ αὐτοὺς τὸ εἰρημένον ὅτι »τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν [*](2f vgl. Luk. 18, 7 — 14f vgl. I Kor. 2, 14 — 22 Matth. 12, 32) [*](M U) [*](1 ἐπὶ τοῦ Εὐφράτου Αnast. Georg.] ἐν τῶ Εὐφράτη Μ​​ U | ἐφισταμένους Anast. Georg.] καθεζομένους M U | δηλονότι Georg.] < M U 2 τοῖς ἔθνεσιν] ἐν ἔθνεσιν Anast. ἔθνεσιν Georg. | καιροῦ < Anast. 3 ἕως προστάξῃ] καὶ προστάξει Anast. Georg. | γίνεσθαι Georg. | αὐτοῦ ἁγίων M U 3f ἐκρατοῦντο M U 4 ἐπιτεταγμένοι] ἐφιστάμενοι Anast. 5 μήπω U | αὐτοὺς feseln)] αὐτοῖς M U Georg. 6 εἵνεκα u. hinter ὕβρεως Georg. | εἰς] πρὸς U | δὲ] γὰρ Anast. Georg. 7 καθὼς ​Georg. | Ἰωάννης προφητεύει] φησὶν Ἰωάννης Anast. Georg. 8 λοιποὶ < Anast. Georg. | κινούμενοι ἄφφγελοι < Μ κινούμενοι δὲ οἱ ἄγγελοι Anast. καὶ κιν. οἱ ἄγγ. Georg. | τὰ ἔθνη hinter ἐκδικίας Georg. 9 ἐκδικήσεως Anast. | πυρίνους καὶ θειώδεις U | ὑακινθένους Μμ 10 σημαίνει U | οὐδὲν Μ | ἀμφιβάλλῃ *] ἀμφιβάλλει Μ U | τῆς < Μ 11 ἀμφιὰν Μ 13 ὑακίνθυνα Μ 15 τὸν λόγον U 16 τοῦ πνεύματος < U 17 ἀληθινῶς Μ 18 νῷ < Μ 19 τε < U 21 τῇ ἁγίᾳ ἐκκλησίᾳ < U 23 οὐδὲ ... οὐδὲ Μ | τούτῳ τῷ αἰῶνι] τῶ νῦν αἰῶνι U)

311
τῷ μέλλοντι«. καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο.

Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιωδυνίᾳ τοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί. |