Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπιμαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων »ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ«.

εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· »λῦσον τοὺς τέσσαρας ἀγγέ- [*](4 ff vgl. Hippolyt adv. Cajum nach E. Schwartz (Abh. Gött. Ges. d. W. 1904 S. 36 f) Ιππόλυτος κατ᾿ αὐτοῦ· οὐ λέγει τοὺς ἀγγέλους εἰς πόλεμον ἔρχεσθαι, ἀλλὰ τὰ τέσσαρα ἔινη ἀναστήσεσθαι ἐκ τοῦ κλίματος τοῦ ἐπὶ τῷ Εὐφράτῃ καὶ ἐπιδραμεῖσθαι τὴν γῆν καὶ πολεμήσειν τῇ ἀνθρωπότητι. τὸ δὲ »τέσσαρας ἀγγέλους« οὐκ ἀλλότριον τῆς γραφῆς, Μωσέως λέγοντος· ὅτε διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ἀγγέλοις οὖν τῶν ἐθνῶν παραδοθέντων καὶ ἑκάστου ἑνὶ ἔθνους ἀγγέλῳ λαχόντος δικαίως ὁ Ἰωάννης λέγει διὰ τῆς Ἀποκαλύψεως ὅτι λῦσον τοὺς τέσσαρας ἀγγέλους, οἵ εἰσιν Πέρσαι καὶ Μῆδοι καὶ Βαβυλώνιοι καὶ Ἀσσύριοι. ὅτε γὰρ οἱ ἄγγελοι οἱ ἐπὶ τῶν ἐθνῶν τεταγμένοι οὐ κελεύονται κινῆσαι τοὺς ὑπ᾿ αὐτούς, δεσμός τις ἡ τοῦ λόγου δύναμις φαίνεται τοῦ ἐπέχοντος αὐτοὺς μέχρι τοῦ ἐλθεῖν τὴν ἡμέραν καὶ προστάξαι τὸν παντοκράτορα. καὶ ταῦτα δὲ συμβήσεται, ὅταν ἔλθῃ ὁ ἀντίχριστος — 13 Deut. 32, 7—9 — 18 Apok. 9, 14) [*](M U 18—S. 310, 9 Anastasius Sin. quaest. 57; Migne 89, 621 D—624A Lemma Ἐπιφανίου ἐκ τῶν Παναρίων = Georgius mon. Chron. S. 227, 13—228, 5 de Boor) [*](4 <τι> * 5 mit ἵνα δείξῃ beginnt der Nachsatz: (so tut er das) um zu zeigen 6 τὰς + τέσσαρας U 8 ὧν] ὡς Μ 11 vor βασιλεὺς + ὁ U 18 der Anführung bei Anastasius Sin. geht voran die von Anastasius selbst geformte (u. von Georgius wiederholte) Einleitung: ἑκάστῳ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡμέραν ἡ μέρανγραφή. Ὁ γὰρ τῷ Δανιὴλ προσδιαλεγόμενος ἄγγελος καὶ ἄρχοντα Περσῶν εἴρηκε καὶ ἄρχοντα Ἑλλήνων καὶ τὸν Μιχαὴλ ἄρχοντα τῶν Ἰουδαίων. φησὶ δὲ (δέγει δὲ καὶ Georg.) Mωυσῆς· ἔστησεν ὅστησεν ὅστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ὅθεν (διὸ Georg.) καὶ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει φάσκει κτἑ.)

310
λους τοὺς ἐπὶ τοῦ Εὐφράτου, ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι᾿ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ.

κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται·

ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόας τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν.