Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

34. Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία, φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν (τάχα δὲ καὶ τὰς ἐπιστολάς· συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει), καί φασιν ὅτι »εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ·

λῦσον [*](3 Apok. 2,18—21 — 14ff vgl. zu c. 12,2; S.263,18ff — 27 Apok. 9,14. 16. 17; vgl. Cajus nach der Rückübersetzung von E. Schwartz (Abh. Gött. Ges. d. W. 1904 S. 36) Γάιος· οὐ γέγραπται ὅτι ἄγγελοι πολεμήσουσιν οὐδὲ ὅτι ἀπολεῖται τὸ τρίτον τῶν ἀνθρώπων, ἀλλ᾿ ὅτι ἐγερθήσεται ἔθνος ἐπ᾿ ἔθνος ) [*](M U) [*](2 <αὐτοὺς> * 2f ἐν τῇ ἀποκαλύψει λέγων < U 3 vor τῆς + τῶ Μ 5 χαλκῶ λιβάνω U | τὰ ἔργα καὶ < U 12f Μαξιμίλλας καὶ < M 13 ἡ ἀπάτη + αὐτῶν u. hinter τὸ ἅγιον U 14f vor πρὸ κοιμήσεως + <πολὺ>? * | πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος] ὅπερ ἐγένετο μετὰ τὴν τοῦ ἁγίου Ἰωάννου κοίμησιν· αὐτοῦ δὲ προφητεύσαντος U 15 καὶ < U 16 ἀνωτάτω braucht nicht in ἀνωτέρω geändert zu werden s. sprachlicher Index | ὑπῆρξεν U 17 γοῦν] οὖν Μ 23 οἱ < M 25 τοῦ αὐτοῦ < U 26 δὲ] γὰρ Μ)

309
τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου. καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους«.

ἐνόμισαν γὰρ οἱ τοτοῦτοι μή πη ἄρα γελοῖάον < τί > ἐστιν ἡ ἀλήθεια. ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι.

οὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Κανιὴλ ἐμφέρονται, ὧν πρῶτοι Ἀσσύριοι ἐβασίλευσαν καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ, Μῆδοι δὲ διεδέξαντο, μετ᾿ αὐτοὺς δὲ Πέρσαι, ᾧν πρῶτος γέγονε Κῦρος βασιλεύς.