Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς«.

οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς; φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον,

ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν· ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θθατείροις ταῦτα πεπληρῶσθαι.

ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεὶ ἐν Χριστῷ κατ᾿ ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. καὶ δἰέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν.