Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸ καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας.

αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ἀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καῖ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαι8δέκατον ἀριθμὸν πληρούντων.

Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων, ὑπατείᾳ τῇ

προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου | πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι [*](Ö 86) ῾Ρωμαίοις.

ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν ῾Ρωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος [*](4 Matth. 2, 4 — 5 Matth. 2, 5 — 11 ff vgl. S. 284, 4 ff u. 290, 5 ff — 20 ff Epiph. folgt hier einer eigenartigen, von Eusebius abweichenden Rechnung, Wohl der des Africanus. Das Jahr, das er für die völlige Unterwerfung der Juden Angibt, ist das Jahr 31 v. Chr. — 23—27 vgl. S. 289, 12f (auch haer. 20, 1, 5; I 225, 8 ff); gemeint ist die Zeit des Antipater) [*](M U (von Z. 20 γεννᾶται an)) [*](6 χρόνων (trotz τὸν) Μ 8 [καὶ] * 10 [πραγμάτων] * 13 Ἰαννουαρίων Μ 14 ἥτις bezieht sich auf αὐξήσεως, nicht auf ἡμέρα Z. 11 16 Ἰαννουαρίων M; am Rand τῆ κݲεݲ τοῦ δεκεμβρίου Μ 18 πληρούντων *] πληροῦντα Μ 19 οὖν] μὲν γὰρ U | τῷ < Μ 20 f ὑπατείᾳ — συναφείας] ὅπερ ἦν ῥωμαίων πρὸς ἰουδαίους συναφείας εἰκοστὸν ἔνατον ἔτος U 21 δὲ] μὲν γὰρ U 22 τρισκαιδεκα U | συναφθῆναι τελείως U 23 f ἐπὶ τέσσαρσιν ἔτεσιν] μετὰ ἔτη τέσσαρα U 24 nor τῆς + ἀπὸ Μ | vor ἐλάσσω + ἢ Μ)

289
καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος,

προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρου Κριστοῦ ἡγουμένου καῚ Σριστῶν τῆς καῚ Ἀλεξάνδρας· ἐφ’ οἷς ἐπληρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό » οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«, ὅ ἐστιν ὁ γεννηθεὶς κύριος.

Ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καἲ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδους κατασταθέντος ὑπὸ Αὐγούστου·

μετὰ δὲ τὸ τέταρτον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουσαίας ἕως τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο ἔτη πληρώσαντος, κρατηθίσης < τε > Τῆς πάσης Ἰουδαίας, ὡς ἔφην, [*](1 vgl. Z. 16ff; mit ἐπὶ πέντε ἔτεσιν ist die (erste) Zeit des Herodes gemeint — 4 ff vgl. Panarion haer. 20, 1, 6 ff; I 225, 13 ff u. haer. 29, 3, 2f; I 323, 9 ff; dazu Eusebius-Hieronymus Chronik S. 160 1 ff Helm —6 vgl. Panarion haer. 29, 3f; I 323, 14 ff u. Eusebius-Hieronymus Chronik S. 148, 12 ff Helm u. S. 152, 11 ff — 8 Gen. 49, 10) [*](M U) [*](1 * ergänze nach Z. 16f etwa < καὶ πάλιν μέρη φόρων διδόμενα > * | ἐπὶ] ἔτει Μ | vor ἐλάσσω + ἢ U 2 ὅτου] τοῦ Μ | ὑπὸ φόρον U |αὐτοῖς < U | γεγένηται + τελειότατα U 4 γεννηθέντος Χριστοῦ Μ 4 f ἐμβηθλεὲμ U 5 τε < Μ 5 f τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν] καὶ U 6 χριστῶν *] χρηστῶν Μ U 7 χρηστοῦ Μ < U | Σαλλίνας Μ Σααλίνας U 7—10 ἐφ᾿ οἷς—κύριος < U 10 vor ταῦτα + ἅτινα U 10 f ἐτελεῖτο U 11 ἐμβηθλεὲμ U | ἣ ἐγένετο < U 12 ὅς Μ U 13 μετὰ πέμπτον ἔτος] ἔνατος ἐνιαυτὸς ἀπὸ U 14—18 καὶ μετὰ τὴν—Ἡρῴδου κατασταθέντος] καὶ τέταρτον ἔτος κατασταθέντος U 15 ἐννάτου Μ 16 [τε] * 17 διδομένου *] διδομένων Μ | 19 Ἡρῴδου +ἐπιτροπῆς τε πέντε ἐτῶν πλείω ἢ ἐλάσσω ἀντιπάτρου τοῦ πατρὸς αὐτοῦ U |τελέως Μ | τελείως hinter Ἰουδαίας U | παραδοθέντος U 20 f Αὐγούστου —πληρώσαντος]τριακοστοῦ δευτέρου ἔτους Αὐγούστον πληρώσαντος U 21 < τε > *)

290
μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας.