Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅλην γὰρ τὴν νύκτα ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρχονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι φόανόν τι ξύλιονον <ἐν> φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις χερσὶν ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ᾿ αὐτοῖς τοῖς δυσὶ γονάτοις [*](Μ) [*](1 παρουσία + <τουτέστιν>? * | εἴτουν Dindorf] ἤτουν M 2 f ἐπὶ δέκα Τριῶν ἡμερῶν διαστήματι *] ἐπὶ δέκα τριςὶν ἡμέραις διαστήματος Μ 5 <τὸν> * 9 θρησκίας Μ 11 εἰς τὸ + <αὐτοὺς>? * 13 Κορίω Μ | <οὕ>τω *] τῶ Μ 18 <ἐν> * | φορίω Μ | ἔχον Dind.] ἔχων Μ)

286
ἄλλας δύο, ὁμοῦ δὲ [τὰς] πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαίτατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη (τουτέστιν ἡ παρθένος) ἐγέννησε τὸν Αἰῶνα.

τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει (μητρόπολις δὲ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη) ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην [*](6 f zu Αἰὼν vgl. Die Abbildung des Phönix mit der Beischrift Αἰὼν auf Alexandrinischen Münzen des Antoninus Pius (Catalogue of Greek Coins in the British Museum, Alexandria Pl. XXVI 1004) Suidas s. v. Ἡραΐσκος Ι 872 Bernhardi τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃν Ἀλεξανδρεῖς ἐτίμησαν Οσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ Lydus de mens. IV 2; S. 64, 6 ff Wünsch Λογγῖνος δὲ Αἰωνάριον αὐτὸν (den janus) ἑρμηνεῦσαι βιάζεται ὡσεὶ τοῦ Αἰῶνος πατέρα . . . ὅθεν ὁ Μεσσαλᾶς τοῦτον εἶναι τὸν Αἰῶνα νομίζει. καὶ γὰρ τῆς πέμπτης τοῦ μηνὸς τούτου ἑορτὴν Αἰῶνος ἐπετέλουν οἱ πάλαι, auch Hippolyt refut. V 8, 40; S. 96, 14 ff Wendland ὁ ἱεροφάντης . . . ἐν Ἐλευσῖνι . . . τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυ6στήρια βοᾷ καὶ κέκραγε λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον, Βριμὼ Βριμόν, τουτέστιν ἐσχυρὰ ἰσχυρόν und 45; S. 97, 17 ff αὕτη γὰρ ἐστιν ἡ παρθένος, ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικὸν οὐ σωματικὸν ἀλλὰ μακάριον Αἰῶνα Αἰώωνν u. die von Weinreich a. a. O. S. 174 behandelte Inschrift aus Eleusis — 8 ff vgl. Cosmas in carm. Greg. Naz. Mign e 38,464 (=school. Bodilej. Lobeck Aglaophamus II 1227) Ταύτην ἦγον (+ ἐτήσιον schol. Bod.) ἔκπαλαι δὲ τὴν ἡμέραν ἑορτὴν Ἕλληνες καθ᾿ ἣν (+ ἐτέχθη Χριστὸν ἡμέραν αὐξίφωτον καλοῦντες). ἐτελοῦντο (+ δὲ aschol. Bod.) κατὰ τὸ Μεσονύκτιον ἐν [ἐν < schol. Bod.] ἀδύτοις τισὶν ὑπεισερχόμενοι, ὅθεν ἐξιόντες ἔκραζον· ἡ Παρθένος ἔτεκεν (τέτοκεν schol. Bod.), αὔξει φῶς. ταύτην Ἐπιφάνιος ὁ μέγας τῆς Κυπρίων ἱερεύς φησι τὴν ἑορτὴν καὶ Σαρρακηνοὺς ἄγειν τῇ παρ᾿ αὐτῶν σεβομένῃ Dauu J. H. Mordtmann, Zeitschr. deutsch-morg. Ges. 1875 S. 99 ff Wellhausen, Skizzen und Vorarb. 3, 45 ff Dalman, Petra I 49 ff Cumont, Comptes rend. De l᾿acad. Des inscr. Et b. l. 1911. S. 292 ff R. Eisler, Philologus 1909 S. 18 ff u. Arch. f. Rel. W. 1912 S. 628 (doch ist zu betonen, daß Epiphanius — ob mit Recht oder Unrecht — hier nicht den 25. Dez., sondern den 6. Januar meint). — 7 ff vgl. Auch Panarion haer. 55, 1, 9 (Verhrung des Moses in Petra) — 10 f Χααμοῦ ist richtig Und nicht in Χααβοῦ zu ändern; B. Moritz (der Sinaikult in heidnischer Zeit Abh. Gött. Ges. 1916 s. 18) hat (??) als (allerdings männlichen!) Personennamen auf zahlreichen Inschriften nachgewiesen; zur Sache vgl. Joh. Damasc. De haeres. c. 101; Migne 94, 764 A/B oὗτοι μὲν οὗν (sc. οἱ Σαρακηνοὶ) εἰδωλολατρήσαντες καὶπροσκυνήσαντες τῷ ἑωσφόρῳ ἄστρῳ καὶ τῇ Ἀφροδίτῃ δὴ καὶ Χαβὰρ τῇ ἑαυτῶν ἐπωνόμασαν γλώσσῃ, ὅπερ σημαίνει μεγάλη Bartholomäus Edess. Condut. Agar. Migne 104, 1385C ὃν οἱ Ἄραβες δοκιμάζετε, <ὃν> τὸ ἑωσφόρον ἄστρον, Ζεβὼ Ἀφροδίτη Κρόνον καὶ Χαμὰρ λέγετε. — Die Übersetzung das Wort mit ,,der von Schara“, anders = DῠŠar-ra, sumerisch = Allbesieger O. Schröder, Zeitschr. F. Assyr. XXX S. 284 ff) [*](M) [*](1 [τὰς] *)

287
εἴτ᾿ οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον Δουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου. τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ᾿ ἐκείνην τὴν νύκτα, ὡς ἑκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾶ.

ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφανέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγέλων μαρτυρίας·

ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀντολῇ τοῖς μάγοις πρὸς δύο ἐτῶν τῆς αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο <παρ᾿> αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φανέντος ἀστέρος καὶ ἤκουσε παρ᾿ αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ἃ καὶ αὐτὸ τὸ ῥῆμα ῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν »τοῦ φανέντος ἀστέρος«.

διὰ τῶν μὲν λεγόντων ὅτι »ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«, ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε.

διανοηθεις γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος ῾Ροβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ᾿ ἢ τότε μόνον, — ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διά- [*](2 zu Elusa vgl. Hieronymus vita Hil. c. 25; Migne 23,41 B vadens (Hilarion) In desertum Cades . . . pervenit Elusam eo forte die, quo anniversaria solemnitaw omnem Oppidi populum in templum Veneris congregaverat. Colunt autem illam ob Luciferum, Cuius cultui Saracenorum nation dedita est — 10 vgl. Matth. 2, 7 — 15 Natth. 2,2) [*](M ) [*](1 ἤτουν Μ 4 ἠναγκάσθημεν + <τοῦτο>? * 6 ἡ *] τῆς Μ | γενομένη Dind.] γενομένης Μ 11 <παρ᾿> * 19 ἐγεννήθησαν] wohl nicht in ἐγενήθησαν zu Ändern 20 f Σαλομῶν u. Σαλομῶντος Μ 24 [τις] *)

288
νοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου,

διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι »ποῦ ὁ Χριστὸς γεννᾶται;« καὶ ἤκουσε παρ᾿ αὐτῶν »ἐν Βηθλεὲμ τῆς Ἰουδαίας«· καὶ παρὰ μὲν τούτων ἐρωτήσας τὸν τόπον ἔγων, παρὰ δὲ τῶν μάγων τὸν χρόνον.